| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, | Temple musicians. 1Chr.6.31-48Temple musicians. 1Chr.6.31-48 | ||
| καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. | |||
| καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ· Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ | |||
| υἱοῦ Ελκανα υἱοῦ Ηδαδ υἱοῦ Ελιηλ υἱοῦ Θιε | |||
| υἱοῦ Σουφ υἱοῦ Ελκανα υἱοῦ Μεθ' υἱοῦ Αμασιου | |||
| υἱοῦ Ελκανα υἱοῦ Ιωηλ υἱοῦ Αζαρια υἱοῦ Σαφανια | |||
| υἱοῦ Θααθ υἱοῦ Ασιρ υἱοῦ Αβιασαφ υἱοῦ Κορε | |||
| υἱοῦ Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι υἱοῦ Ισραηλ. - | |||
| καὶ ἀδελφὸς αὐτοῦ Ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ασαφ υἱὸς Βαραχια υἱοῦ Σαμαα | |||
| υἱοῦ Μιχαηλ υἱοῦ Μαασια υἱοῦ Μελχια | |||
| υἱοῦ Αθανι υἱοῦ Ζαραι υἱοῦ Αδια | |||
| υἱοῦ Αιθαν υἱοῦ Ζαμμα υἱοῦ Σεμει | |||
| υἱοῦ Ηχα υἱοῦ Γεδσων υἱοῦ Λευι. - | |||
| καὶ υἱοὶ Μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αιθαν υἱὸς Κισαι υἱοῦ Αβδι υἱοῦ Μαλωχ | |||
| υἱοῦ Ασεβι υἱοῦ Αμεσσια υἱοῦ Χελκιου | |||
| υἱοῦ Αμασαι υἱοῦ Βανι υἱοῦ Σεμμηρ | |||
| υἱοῦ Μοολι υἱοῦ Μουσι υἱοῦ Μεραρι υἱοῦ Λευι. | |||
| Καὶ ἀδελφοὶ αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ. | |||