| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Υἱοὶ Γαδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασαν ἕως Σελχα. | Generations - Gad. 1Chr.5.11-17Generations - Gad. 1Chr.5.11-17 | ||
| Ιωηλ ὁ πρωτότοκος, καὶ Σαφαμ ὁ δεύτερος, καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν. | |||
| καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν· Μιχαηλ, Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ, ἑπτά. | |||
| οὗτοι υἱοὶ Αβιχαιλ υἱοῦ Ουρι υἱοῦ Ιδαι υἱοῦ Γαλααδ υἱοῦ Μιχαηλ υἱοῦ Ισαι υἱοῦ Ιουρι υἱοῦ Ζαβουχαμ | |||
| υἱοῦ Αβδιηλ υἱοῦ Γουνι· ἄρχων οἴκου πατριῶν. | |||
| κατῴκουν ἐν Γαλααδ, ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου. | |||
| πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ. | |||