katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Generations - Reuben. 1Chr.5.1-10 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ, ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ιωσηφ υἱῷ Ισραηλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια· Generations - Reuben. 1Chr.5.1-10Generations - Reuben. 1Chr.5.1-10
ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ιωσηφ.   
υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Αρσων καὶ Χαρμι.   
υἱοὶ Ιωηλ· Σεμει καὶ Βαναια υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γουγ υἱοῦ Σεμει·   
υἱὸς αὐτοῦ Μιχα, υἱὸς αὐτοῦ Ρηχα, υἱὸς αὐτοῦ Βααλ,   
υἱὸς αὐτοῦ Βεηρα, ὃν μετῴκισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ· οὗτος ἄρχων τῶν Ρουβην.   
καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια   
καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ· οὗτος κατῴκησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων   
καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ.   
καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ' ἀνατολὰς τῆς Γαλααδ.