| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Υἱοὶ Συμεων· Ναμουηλ καὶ Ιαμιν, Ιαριβ, Ζαρε, Σαουλ· | Generations - Simeon. 1Chr.4.24-43Generations - Simeon. 1Chr.4.24-43 | ||
| Σαλεμ υἱὸς αὐτοῦ, Μαβασαμ υἱὸς αὐτοῦ, Μασμα υἱὸς αὐτοῦ, | |||
| Αμουηλ υἱὸς αὐτοῦ, Σαβουδ υἱὸς αὐτοῦ, Ζακχουρ υἱὸς αὐτοῦ, Σεμει υἱὸς αὐτοῦ. | |||
| καὶ τῷ Σεμει υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα. | |||
| καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ | |||
| καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ | |||
| καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ | |||
| καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ. | |||
| καὶ ἐπαύλεις αὐτῶν· Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν, πόλεις πέντε. | |||
| καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. - | |||
| καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια | |||
| καὶ Ιωηλ καὶ οὗτος υἱὸς Ισαβια, υἱὸς Σαραια, υἱὸς Ασιηλ | |||
| καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια | |||
| καὶ Ζουζα υἱὸς Σεφει υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου. | |||
| οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος. | |||
| καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· | |||
| καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. | |||
| καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ' ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. | |||
| καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν· | |||
| καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. | |||