| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| καὶ υἱοὶ Χαλεβ ἀδελφοῦ Ιερεμεηλ· Μαρισα ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζιφ· καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων. | Generations - Caleb. 1Chr.2.42-55Generations - Caleb. 1Chr.2.42-55 | ||
| καὶ υἱοὶ Χεβρων· Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα. | |||
| καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν, καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι· | |||
| καὶ υἱὸς αὐτοῦ Μαων, καὶ Μαων πατὴρ Βαιθσουρ. | |||
| καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε. καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε. | |||
| καὶ υἱοὶ Ιαδαι· Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ. | |||
| καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα. | |||
| καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα· καὶ θυγάτηρ Χαλεβ Ασχα. | |||
| οὗτοι ἦσαν υἱοὶ Χαλεβ. - υἱοὶ Ωρ πρωτοτόκου Εφραθα· Σωβαλ πατὴρ Καριαθιαριμ, | |||
| Σαλωμων πατὴρ Βαιθλαεμ, Αριμ πατὴρ Βαιθγεδωρ. | |||
| καὶ ἦσαν υἱοὶ τῷ Σωβαλ πατρὶ Καριαθιαριμ· Αραα, Εσι, Αμμανιθ, | |||
| Εμοσφεως, πόλις Ιαιρ, Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραιμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ οἱ Εσθαωλαῖοι. | |||
| υἱοὶ Σαλωμων· Βαιθλαεμ, Νετωφαθι, Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τῆς Μαναθι, Ησαρει, | |||
| πατριαὶ γραμματέων κατοικοῦντες Ιαβες, Θαργαθιιμ, Σαμαθιιμ, Σωκαθιιμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ. | |||