katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Generations - Jerahmeel. 1Chr.2.25-41 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων· ὁ πρωτότοκος Ραμ, καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτοῦ. Generations - Jerahmeel. 1Chr.2.25-41Generations - Jerahmeel. 1Chr.2.25-41
καὶ ἦν γυνὴ ἑτέρα τῷ Ιερεμεηλ, καὶ ὄνομα αὐτῇ Αταρα· αὕτη ἐστὶν μήτηρ Οζομ.   
καὶ ἦσαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ· Μαας καὶ Ιαμιν καὶ Ακορ.   
καὶ ἦσαν υἱοὶ Οζομ· Σαμαι καὶ Ιαδαε. καὶ υἱοὶ Σαμαι· Ναδαβ καὶ Αβισουρ.   
καὶ ὄνομα τῆς γυναικὸς Αβισουρ Αβιχαιλ, καὶ ἔτεκεν αὐτῷ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ.   
υἱοὶ Ναδαβ· Σαλαδ καὶ Αφφαιμ. καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα.   
καὶ υἱοὶ Αφφαιμ· Ισεμιηλ. καὶ υἱοὶ Ισεμιηλ· Σωσαν. καὶ υἱοὶ Σωσαν· Αχλαι.   
καὶ υἱοὶ Ιαδαε· Αχισαμαι, Ιεθερ, Ιωναθαν· καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα.   
καὶ υἱοὶ Ιωναθαν· Φαλεθ καὶ Οζαζα. οὗτοι ἦσαν υἱοὶ Ιερεμεηλ.   
καὶ οὐκ ἦσαν τῷ Σωσαν υἱοί, ἀλλ' ἢ θυγατέρες· καὶ τῷ Σωσαν παῖς Αἰγύπτιος καὶ ὄνομα αὐτῷ Ιωχηλ,   
καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτοῦ τῷ Ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Εθθι.   
καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν, καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ,   
καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ, καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ,   
καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου, καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν,   
καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης, καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα,   
καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι, καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ,   
καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν, καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα. -