katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Generations - Hezron. 1Chr.2.18-24 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα. Generations - Hezron. 1Chr.2.18-24Generations - Hezron. 1Chr.2.18-24
καὶ ἀπέθανεν Γαζουβα, καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ·   
καὶ Ωρ ἐγέννησεν τὸν Ουρι, καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ.   
καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ.   
καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαιρ. καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ·   
καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαιρ ἐξ αὐτῶν, τὴν Καναθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ.   
καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα. καὶ ἡ γυνὴ Εσερων Αβια, καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε. -