katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Generations - Judah. 1Chr.2.1-8 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ· Ρουβην, Συμεων, Λευι, Ιουδα, Ισσαχαρ, Ζαβουλων, Generations - Judah. 1Chr.2.1-8Generations - Judah. 1Chr.2.1-8
Δαν, Ιωσηφ, Βενιαμιν, Νεφθαλι, Γαδ, Ασηρ.   
Υἱοὶ Ιουδα· Ηρ, Αυναν, Σηλων, τρεῖς· ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος. καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτόν.   
καὶ Θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα. πάντες υἱοὶ Ιουδα πέντε.   
υἱοὶ Φαρες· Αρσων καὶ Ιεμουηλ.   
καὶ υἱοὶ Ζαρα· Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα, πάντες πέντε.   
καὶ υἱοὶ Χαρμι· Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα.   
καὶ υἱοὶ Αιθαν· Αζαρια. -