| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλακ υἱὸς Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα. | Generations - Kings & tribes of Edom. 1Chr.1.43-54Generations - Kings & tribes of Edom. 1Chr.1.43-54 | Gn.36.31-43 | ||
| καὶ ἀπέθανεν Βαλακ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας. | |||
| καὶ ἀπέθανεν Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων. | |||
| καὶ ἀπέθανεν Ασομ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. | |||
| καὶ ἀπέθανεν Αδαδ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαμαα ἐκ Μασεκκας. | |||
| καὶ ἀπέθανεν Σαμαα, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν. | |||
| καὶ ἀπέθανεν Σαουλ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ. | |||
| καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ. | |||
| καὶ ἀπέθανεν Αδαδ. - καὶ ἦσαν ἡγεμόνες Εδωμ· ἡγεμὼν Θαμανα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθετ, | |||
| ἡγεμὼν Ελιβαμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων, | |||
| ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαβσαρ, | |||
| ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ηραμ. οὗτοι ἡγεμόνες Εδωμ. | |||