|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον. | Demetrius sends Nicanor to attack Judas. 2Mace.14.11-25Demetrius sends Nicanor to attack Judas. 2Mace.14.11-25 | When he had said this, the rest of the king's friends, who were hostile to Judas, quickly inflamed Demetrius still more. |
|
|
προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν | | And he immediately chose Nicanor, who had been in command of the elephants, appointed him governor of Judea, and sent him off |
|
|
δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. | | with orders to kill Judas and scatter his men, and to set up Alcimus as high priest of the greatest temple. |
|
|
οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι. | | And the Gentiles throughout Judea, who had fled before Judas, flocked to join Nicanor, thinking that the misfortunes and calamities of the Jews would mean prosperity for themselves. |
|
|
Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ' ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. | | When the Jews heard of Nicanor's coming and the gathering of the Gentiles, they sprinkled dust upon their heads and prayed to him who established his own people for ever and always upholds his own heritage by manifesting himself. |
|
|
προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου. | | At the command of the leader, they set out from there immediately and engaged them in battle at a village called Dessau. |
|
|
Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς· | | Simon, the brother of Judas, had encountered Nicanor, but had been temporarily checked because of the sudden consternation created by the enemy. |
|
|
ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι' αἱμάτων ποιήσασθαι. | | Nevertheless Nicanor, hearing of the valor of Judas and his men and their courage in battle for their country, shrank from deciding the issue by bloodshed. |
|
|
διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς. | | Therefore he sent Posidonius and Theodotus and Mattathias to give and receive pledges of friendship. |
|
|
πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις. | | When the terms had been fully considered, and the leader had informed the people, and it had appeared that they were of one mind, they agreed to the covenant. |
|
|
ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρ' ἑκάστου δίφραξ, ἔθεσαν δίφρους. | | And the leaders set a day on which to meet by themselves. A chariot came forward from each army; seats of honor were set in place; |
|
|
διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. | | Judas posted armed men in readiness at key places to prevent sudden treachery on the part of the enemy; they held the proper conference. |
|
|
διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν. | | Nicanor stayed on in Jerusalem and did nothing out of the way, but dismissed the flocks of people that had gathered. |
|
|
καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. | | And he kept Judas always in his presence; he was warmly attached to the man. |
|
|
παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησεν βίου. | | And he urged him to marry and have children; so he married, settled down, and shared the common life. |