katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME Connected to database DB1 | Alcimus speaks against Judas. 2Mace.14.1-10 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου Alcimus speaks against Judas. 2Mace.14.1-10Alcimus speaks against Judas. 2Mace.14.1-10 | 1Mace.7.1-21Three years later, word came to Judas and his men that Demetrius, the son of Seleucus, had sailed into the harbor of Tripolis with a strong army and a fleet,
κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν.   and had taken possession of the country, having made away with Antiochus and his guardian Lysias.
Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καθ' ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,   Now a certain Alcimus, who had formerly been high priest but had wilfully defiled himself in the times of separation, realized that there was no way for him to be safe or to have access again to the holy altar,
ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.   and went to King Demetrius in about the one hundred and fifty-first year, presenting to him a crown of gold and a palm, and besides these some of the customary olive branches from the temple. During that day he kept quiet.
καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς, ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔφη   But he found an opportunity that furthered his mad purpose when he was invited by Demetrius to a meeting of the council and was asked about the disposition and intentions of the Jews. He answered
Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν.   "Those of the Jews who are called Hasideans, whose leader is Judas Maccabeus, are keeping up war and stirring up sedition, and will not let the kingdom attain tranquillity.
ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα   Therefore I have laid aside my ancestral glory - I mean the high priesthood - and have now come here,
πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.   first because I am genuinely concerned for the interests of the king, and second because I have regard also for my fellow citizens. For through the folly of those whom I have mentioned our whole nation is now in no small misfortune.
ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν.   Since you are acquainted, O king, with the details of this matter, deign to take thought for our country and our hard-pressed nation with the gracious kindness which you show to all.
ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα.   For as long as Judas lives, it is impossible for the government to find peace."
τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον. Demetrius sends Nicanor to attack Judas. 2Mace.14.11-25Demetrius sends Nicanor to attack Judas. 2Mace.14.11-25When he had said this, the rest of the king's friends, who were hostile to Judas, quickly inflamed Demetrius still more.
προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν   And he immediately chose Nicanor, who had been in command of the elephants, appointed him governor of Judea, and sent him off
δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ.   with orders to kill Judas and scatter his men, and to set up Alcimus as high priest of the greatest temple.
οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.   And the Gentiles throughout Judea, who had fled before Judas, flocked to join Nicanor, thinking that the misfortunes and calamities of the Jews would mean prosperity for themselves.
Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ' ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.   When the Jews heard of Nicanor's coming and the gathering of the Gentiles, they sprinkled dust upon their heads and prayed to him who established his own people for ever and always upholds his own heritage by manifesting himself.
προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου.   At the command of the leader, they set out from there immediately and engaged them in battle at a village called Dessau.
Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς·   Simon, the brother of Judas, had encountered Nicanor, but had been temporarily checked because of the sudden consternation created by the enemy.
ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι' αἱμάτων ποιήσασθαι.   Nevertheless Nicanor, hearing of the valor of Judas and his men and their courage in battle for their country, shrank from deciding the issue by bloodshed.
διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς.   Therefore he sent Posidonius and Theodotus and Mattathias to give and receive pledges of friendship.
πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις.   When the terms had been fully considered, and the leader had informed the people, and it had appeared that they were of one mind, they agreed to the covenant.
ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρ' ἑκάστου δίφραξ, ἔθεσαν δίφρους.   And the leaders set a day on which to meet by themselves. A chariot came forward from each army; seats of honor were set in place;
διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν.   Judas posted armed men in readiness at key places to prevent sudden treachery on the part of the enemy; they held the proper conference.
διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν.   Nicanor stayed on in Jerusalem and did nothing out of the way, but dismissed the flocks of people that had gathered.
καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο.   And he kept Judas always in his presence; he was warmly attached to the man.
παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησεν βίου.   And he urged him to marry and have children; so he married, settled down, and shared the common life.
Ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι. Nicanor turns against Judas. 2Mace.14.26-36Nicanor turns against Judas. 2Mace.14.26-36But when Alcimus noticed their good will for one another, he took the covenant that had been made and went to Demetrius. He told him that Nicanor was disloyal to the government, for he had appointed that conspirator against the kingdom, Judas, to be his successor.
ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως.   The king became excited and, provoked by the false accusations of that depraved man, wrote to Nicanor, stating that he was displeased with the covenant and commanding him to send Maccabeus to Antioch as a prisoner without delay.
προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος.   When this message came to Nicanor, he was troubled and grieved that he had to annul their agreement when the man had done no wrong.
ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ' ἐπιτελέσαι.   Since it was not possible to oppose the king, he watched for an opportunity to accomplish this by a stratagem.
ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα.   But Maccabeus, noticing that Nicanor was more austere in his dealings with him and was meeting him more rudely than had been his custom, concluded that this austerity did not spring from the best motives. So he gathered not a few of his men, and went into hiding from Nicanor.
συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.   When the latter became aware that he had been cleverly outwitted by the man, he went to the great and holy temple while the priests were offering the customary sacrifices, and commanded them to hand the man over.
τῶν δὲ μεθ' ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ ἔστιν ὁ ζητούμενος,   And when they declared on oath that they did not know where the man was whom he sought,
προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ ὤμοσεν Ἑὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω.   he stretched out his right hand toward the sanctuary, and swore this oath: "If you do not hand Judas over to me as a prisoner, I will level this precinct of God to the ground and tear down the alter, and I will build here a splendid temple to Diony'sus."
τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες   Having said this, he went away. Then the priests stretched forth their hands toward heaven and called upon the constant Defender of our nation, in these words:
Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι·   "O Lord of all, who hast need of nothing, thou wast pleased that there be a temple for thy habitation among us;
καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον.   so now, O holy One, Lord of all holiness, keep undefiled for ever this house that has been so recently purified."