|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν. | Jusad defeats Timothy. 2Mace.10.24-38Jusad defeats Timothy. 2Mace.10.24-38 | Now Timothy, who had been defeated by the Jews before, gathered a tremendous force of mercenaries and collected the cavalry from Asia in no small number. He came on, intending to take Judea by storm. |
|
|
οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες | | As he drew near, Maccabeus and his men sprinkled dust upon their heads and girded their loins with sackcloth, in supplication to God. |
|
|
ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ. | | Falling upon the steps before the altar, they besought him to be gracious to them and to be an enemy to their enemies and an adversary to their adversaries, as the law declares. |
|
|
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ' ἑαυτῶν ἦσαν. | | And rising from their prayer they took up their arms and advanced a considerable distance from the city; and when they came near to the enemy they halted. |
|
|
ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. | | Just as dawn was breaking, the two armies joined battle, the one having as pledge of success and victory not only their valor but their reliance upon the Lord, while the other made rage their leader in the fight. |
|
|
γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ιουδαίων, | | When the battle became fierce, there appeared to the enemy from heaven five resplendent men on horses with golden bridles, and they were leading the Jews. |
|
|
οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι. | | Surrounding Maccabeus and protecting him with their own armor and weapons, they kept him from being wounded. And they showered arrows and thunderbolts upon the enemy, so that, confused and blinded, they were thrown into disorder and cut to pieces. |
|
|
κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. | | Twenty thousand five hundred were slaughtered, besides six hundred horsemen. |
|
|
αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου. | | Timothy himself fled to a stronghold called Gazara, especially well garrisoned, where Chaereas was commander. |
|
|
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας. | | Then Maccabeus and his men were glad, and they besieged the fort for four days. |
|
|
οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προίεντο. | | The men within, relying on the strength of the place, blasphemed terribly and hurled out wicked words. |
|
|
ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον· | | But at dawn of the fifth day, twenty young men in the army of Maccabeus, fired with anger because of the blasphemies, bravely stormed the wall and with savage fury cut down every one they met. |
|
|
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. | | Others who came up in the same way wheeled around against the defenders and set fire to the towers; they kindled fires and burned the blasphemers alive. Others broke open the gates and let in the rest of the force, and they occupied the city. |
|
|
καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην. | | They killed Timothy, who was hidden in a cistern, and his brother Chaereas, and Apollophanes. |
|
|
ταῦτα δὲ διαπραξάμενοι μεθ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι. | | When they had accomplished these things, with hymns and thanksgivings they blessed the Lord who shows great kindness to Israel and gives them the victory. |