|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
ἐφ' οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνῄσκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν. | Judas defeats Nicanor. 2Mace.8.21-29Judas defeats Nicanor. 2Mace.8.21-29 | 1Mace.3.55-4.27 | With these words he filled them with good courage and made them ready to die for their laws and their country; then he divided his army into four parts. |
|
|
τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναθην, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, | | He appointed his brothers also, Simon and Joseph and Jonathan, each to command a division, putting fifteen hundred men under each. |
|
|
ἔτι δὲ καὶ Ελεαζαρον, παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι. | | Besides, he appointed Eleazar to read aloud from the holy book, and gave the watchword, "God's help"; then, leading the first division himself, he joined battle with Nicanor. |
|
|
γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. | | With the Almighty as their ally, they slew more than nine thousand of the enemy, and wounded and disabled most of Nicanor's army, and forced them all to flee. |
|
|
τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ' ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι· | | They captured the money of those who had come to buy them as slaves. After pursuing them for some distance, they were obliged to return because the hour was late. |
|
|
ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι' ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς. | | For it was the day before the sabbath, and for that reason they did not continue their pursuit. |
|
|
ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς. | | And when they had collected the arms of the enemy and stripped them of their spoils, they kept the sabbath, giving great praise and thanks to the Lord, who had preserved them for that day and allotted it to them as the beginning of mercy. |
|
|
μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο. | | After the sabbath they gave some of the spoils to those who had been tortured and to the widows and orphans, and distributed the rest among themselves and their children. |
|
|
ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις. | | When they had done this, they made common supplication and besought the merciful Lord to be wholly reconciled with his servants. |