|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν. | Simon Maccabaeus leads the Jews. 1Mace.13.1-53Simon Maccabaeus leads the Jews. 1Mace.13.1-53 | Simon heard that Trypho had assembled a large army to invade the land of Judah and destroy it, |
|
|
καὶ εἶδεν τὸν λαόν, ὅτι ἔντρομός ἐστιν καὶ ἔκφοβος, καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤθροισεν τὸν λαὸν | | and he saw that the people were trembling and fearful. So he went up to Jerusalem, and gathering the people together |
|
|
καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν. | | he encouraged them, saying to them, "You yourselves know what great things I and my brothers and the house of my father have done for the laws and the sanctuary; you know also the wars and the difficulties which we have seen. |
|
|
τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ισραηλ, καὶ κατελείφθην ἐγὼ μόνος. | | By reason of this all my brothers have perished for the sake of Israel, and I alone am left. |
|
|
καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως· οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου. | | And now, far be it from me to spare my life in any time of distress, for I am not better than my brothers. |
|
|
πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν. | | But I will avenge my nation and the sanctuary and your wives and children, for all the nations have gathered together out of hatred to destroy us." |
|
|
καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων, | | The spirit of the people was rekindled when they heard these words, |
|
|
καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναθου τοῦ ἀδελφοῦ σου· | | and they answered in a loud voice, "You are our leader in place of Judas and Jonathan your brother. |
|
|
πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. | | Fight our battles, and all that you say to us we will do." |
|
|
καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν. | | So he assembled all the warriors and hastened to complete the walls of Jerusalem, and he fortified it on every side. |
|
|
καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ' αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην, καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. | | He sent Jonathan the son of Absalom to Joppa, and with him a considerable army; he drove out its occupants and remained there. |
|
|
Καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλθεῖν εἰς γῆν Ιουδα, καὶ Ιωναθαν μετ' αὐτοῦ ἐν φυλακῇ. | | Then Trypho departed from Ptolemais with a large army to invade the land of Judah, and Jonathan was with him under guard. |
|
|
Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου. | | And Simon encamped in Adida, facing the plain. |
|
|
καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων | | Trypho learned that Simon had risen up in place of Jonathan his brother, and that he was about to join battle with him, so he sent envoys to him and said, |
|
|
Περὶ ἀργυρίου, οὗ ὤφειλεν Ιωναθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι' ἃς εἶχεν χρείας, συνέχομεν αὐτόν· | | "It is for the money that Jonathan your brother owed the royal treasury, in connection with the offices he held, that we are detaining him. |
|
|
καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ' ἡμῶν, καὶ ἀφήσομεν αὐτόν. | | Send now a hundred talents of silver and two of his sons as hostages, so that when released he will not revolt against us, and we will release him." |
|
|
καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν | | Simon knew that they were speaking deceitfully to him, but he sent to get the money and the sons, lest he arouse great hostility among the people, who might say, |
|
|
λέγοντες Ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, ἀπώλετο. | | "Because Simon did not send him the money and the sons, he perished." |
|
|
καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκεν τὸν Ιωναθαν. | | So he sent the sons and the hundred talents, but Trypho broke his word and did not release Jonathan. |
|
|
καὶ μετὰ ταῦτα ἦλθεν Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα. καὶ Σιμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο. | | After this Trypho came to invade the country and destroy it, and he circled around by the way to Adora. But Simon and his army kept marching along opposite him to every place he went. |
|
|
οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς. | | Now the men in the citadel kept sending envoys to Trypho urging him to come to them by way of the wilderness and to send them food. |
|
|
καὶ ἡτοίμασεν Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν, καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθεν διὰ τὴν χιόνα. καὶ ἀπῆρεν καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν. | | So Trypho got all his cavalry ready to go, but that night a very heavy snow fell, and he did not go because of the snow. He marched off and went into the land of Gilead. |
|
|
ὡς δὲ ἤγγισεν τῆς Βασκαμα, ἀπέκτεινεν τὸν Ιωναθαν, καὶ ἐτάφη ἐκεῖ. | | When he approached Baskama, he killed Jonathan, and he was buried there. |
|
|
καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. | | Then Trypho turned back and departed to his own land. |
|
|
Καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὸν ἐν Μωδειν πόλει τῶν πατέρων αὐτοῦ. | | And Simon sent and took the bones of Jonathan his brother, and buried him in Modein, the city of his fathers. |
|
|
καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς. | | All Israel bewailed him with great lamentation, and mourned for him many days. |
|
|
καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἔμπροσθεν. | | And Simon built a monument over the tomb of his father and his brothers; he made it high that it might be seen, with polished stone at the front and back. |
|
|
καὶ ἔστησεν ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς. | | He also erected seven pyramids, opposite one another, for his father and mother and four brothers. |