|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ. | The fall of Alexander Epiphanes. 1Mace.11.1-19The fall of Alexander Epiphanes. 1Mace.11.1-19 | Then the king of Egypt gathered great forces, like the sand by the seashore, and many ships; and he tried to get possession of Alexander's kingdom by trickery and add it to his own kingdom. |
|
|
καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι· | | He set out for Syria with peaceable words, and the people of the cities opened their gates to him and went to meet him, for Alexander the king had commanded them to meet him, since he was Alexander's father-in-law. |
|
|
ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει. | | But when Ptolemy entered the cities he stationed forces as a garrison in each city. |
|
|
ὡς δὲ ἤγγισαν Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ. | | When he approached Azotus, they showed him the temple of Dagon burned down, and Azotus and its suburbs destroyed, and the corpses lying about, and the charred bodies of those whom Jonathan had burned in the war, for they had piled them in heaps along his route. |
|
|
καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς. | | They also told the king what Jonathan had done, to throw blame on him; but the king kept silent. |
|
|
καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ. | | Jonathan met the king at Joppa with pomp, and they greeted one another and spent the night there. |
|
|
καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἑλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ. | | And Jonathan went with the king as far as the river called Eleutherus; then he returned to Jerusalem. |
|
|
ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς. | | So King Ptolemy gained control of the coastal cities as far as Seleucia by the sea, and he kept devising evil designs against Alexander. |
|
|
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων Δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου, ἣν εἶχεν Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου· | | He sent envoys to Demetrius the king, saying, "Come, let us make a covenant with each other, and I will give you in marriage my daughter who was Alexander's wife, and you shall reign over your father's kingdom. |
|
|
μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησεν γὰρ ἀποκτεῖναί με. | | For I now regret that I gave him my daughter, for he has tried to kill me." |
|
|
καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ· | | He threw blame on Alexander because he coveted his kingdom. |
|
|
καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ, καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν. | | So he took his daughter away from him and gave her to Demetrius. He was estranged from Alexander, and their enmity became manifest. |
|
|
καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας· καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας. | | Then Ptolemy entered Antioch and put on the crown of Asia. Thus he put two crowns upon his head, the crown of Egypt and that of Asia. |
|
|
Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. | | Now Alexander the king was in Cilicia at that time, because the people of that region were in revolt. |
|
|
καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ' αὐτὸν ἐν πολέμῳ. καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν· | | And Alexander heard of it and came against him in battle. Ptolemy marched out and met him with a strong force, and put him to flight. |
|
|
καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ, ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη. | | So Alexander fled into Arabia to find protection there, and King Ptolemy was exalted. |
|
|
καὶ ἀφεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ. | | And Zabdiel the Arab cut off the head of Alexander and sent it to Ptolemy. |
|
|
καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν. | | But King Ptolemy died three days later, and his troops in the strongholds were killed by the inhabitants of the strongholds. |
|
|
καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. | | So Demetrius became king in the one hundred and sixty-seventh year. |