katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME Connected to database DB1 | Jonathan's victory over Apollonius. (147 BCE) 1Mace.10.67-89 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. Jonathan's victory over Apollonius. (147 BCE) 1Mace.10.67-89Jonathan's victory over Apollonius. (147 BCE) 1Mace.10.67-89In the one hundred and sixty-fifth year Demetrius the son of Demetrius came from Crete to the land of his fathers.
καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν.   When Alexander the king heard of it, he was greatly grieved and returned to Antioch.
καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν· καὶ ἀπέστειλεν πρὸς Ιωναθαν τὸν ἀρχιερέα λέγων   And Demetrius appointed Apollonius the governor of Coelesyria, and he assembled a large force and encamped against Jamnia. Then he sent the following message to Jonathan the high priest:
Σὺ μονώτατος ἐπαίρῃ ἐφ' ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί σὺ ἐξουσιάζῃ ἐφ' ἡμᾶς ἐν τοῖς ὄρεσι;   "You are the only one to rise up against us, and I have become a laughingstock and reproach because of you. Why do you assume authority against us in the hill country?
νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ' ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.   If you now have confidence in your forces, come down to the plain to meet us, and let us match strength with each other there, for I have with me the power of the cities.
ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.   Ask and learn who I am and who the others are that are helping us. Men will tell you that you cannot stand before us, for your fathers were twice put to flight in their own land.
καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.   And now you will not be able to withstand my cavalry and such an army in the plain, where there is no stone or pebble, or place to flee."
Ὡς δὲ ἤκουσεν Ιωναθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ Ιερουσαλημ, καὶ συνήντησεν αὐτῷ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτῷ.   When Jonathan heard the words of Apollonius, his spirit was aroused. He chose ten thousand men and set out from Jerusalem, and Simon his brother met him to help him.
καὶ παρενέβαλεν ἐπὶ Ιοππην, καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ιοππη· καὶ ἐπολέμησαν αὐτήν,   He encamped before Joppa, but the men of the city closed its gates, for Apollonius had a garrison in Joppa.
καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ιωναθαν Ιοππης.   So they fought against it, and the men of the city became afraid and opened the gates, and Jonathan gained possession of Joppa.
καὶ ἤκουσεν Ἀπολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ' αὐτῇ.   When Apollonius heard of it, he mustered three thousand cavalry and a large army, and went to Azotus as though he were going farther. At the same time he advanced into the plain, for he had a large troop of cavalry and put confidence in it.
καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον.   Jonathan pursued him to Azotus, and the armies engaged in battle.
καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν.   Now Apollonius had secretly left a thousand cavalry behind them.
καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης·   Jonathan learned that there was an ambush behind him, for they surrounded his army and shot arrows at his men from early morning till late afternoon.
ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ιωναθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.   But his men stood fast, as Jonathan commanded, and the enemy's horses grew tired.
καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ' αὐτοῦ καὶ ἔφυγον,   Then Simon brought forward his force and engaged the phalanx in battle (for the cavalry was exhausted); they were overwhelmed by him and fled,
καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ. καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι.   and the cavalry was dispersed in the plain. They fled to Azotus and entered Beth-dagon, the temple of their idol, for safety.
καὶ ἐνεπύρισεν Ιωναθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί.   But Jonathan burned Azotus and the surrounding towns and plundered them; and the temple of Dagon, and those who had taken refuge in it he burned with fire.
καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.   The number of those who fell by the sword, with those burned alive, came to eight thousand men.
καὶ ἀπῆρεν ἐκεῖθεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκαλῶνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.   Then Jonathan departed from there and encamped against Askalon, and the men of the city came out to meet him with great pomp.
καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ' αὐτοῦ ἔχοντες σκῦλα πολλά.   And Jonathan and those with him returned to Jerusalem with much booty.
καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν·   When Alexander the king heard of these things, he honored Jonathan still more;
καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενέσιν τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.   and he sent to him a golden buckle, such as it is the custom to give to the kinsmen of kings. He also gave him Ekron and all its environs as his possession.