|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἑπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. | Alexander Epiphanes (Balas) makes Jonathan High Priest. (152 BCE) 1Mace.10.1-21Alexander Epiphanes (Balas) makes Jonathan High Priest. (152 BCE) 1Mace.10.1-21 | In the one hundred and sixtieth year Alexander Epiphanes, the son of Antiochus, landed and occupied Ptolemais. They welcomed him, and there he began to reign. |
|
|
καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. | | When Demetrius the king heard of it, he assembled a very large army and marched out to meet him in battle. |
|
|
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν· | | And Demetrius sent Jonathan a letter in peaceable words to honor him; |
|
|
εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ' αὐτῶν πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ' ἡμῶν· | | for he said, "Let us act first to make peace with him before he makes peace with Alexander against us, |
|
|
μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος. | | for he will remember all the wrongs which we did to him and to his brothers and his nation." |
|
|
καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ. | | So Demetrius gave him authority to recruit troops, to equip them with arms, and to become his ally; and he commanded that the hostages in the citadel should be released to him. |
|
|
καὶ ἦλθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. | | Then Jonathan came to Jerusalem and read the letter in the hearing of all the people and of the men in the citadel. |
|
|
καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν. | | They were greatly alarmed when they heard that the king had given him authority to recruit troops. |
|
|
καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. | | But the men in the citadel released the hostages to Jonathan, and he returned them to their parents. |
|
|
καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. | | And Jonathan dwelt in Jerusalem and began to rebuild and restore the city. |
|
|
καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως. | | He directed those who were doing the work to build the walls and encircle Mount Zion with squared stones, for better fortification; and they did so. |
|
|
καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης, | | Then the foreigners who were in the strongholds that Bacchides had built fled; |
|
|
καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ· | | each left his place and departed to his own land. |
|
|
πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ εἰς φυγαδευτήριον. | | Only in Beth-zur did some remain who had forsaken the law and the commandments, for it served as a place of refuge. |
|
|
Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, | | Now Alexander the king heard of all the promises which Demetrius had sent to Jonathan, and men told him of the battles that Jonathan and his brothers had fought, of the brave deeds that they had done, and of the troubles that they had endured. |
|
|
καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. | | So he said, "Shall we find another such man? Come now, we will make him our friend and ally." |
|
|
καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων | | And he wrote a letter and sent it to him, in the following words |
|
|
Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ιωναθαν χαίρειν. | | "King Alexander to his brother Jonathan, greeting. |
|
|
ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος. | | We have heard about you, that you are a mighty warrior and worthy to be our friend. |
|
|
καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς. | | And so we have appointed you today to be the high priest of your nation; you are to be called the king's friend" (and he sent him a purple robe and a golden crown) "and you are to take our side and keep friendship with us." |
|
|
Καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά. | Jonathan supports Alexander Epiphanes. 1Mace.10.21-66Jonathan supports Alexander Epiphanes. 1Mace.10.21-66 | So Jonathan put on the holy garments in the seventh month of the one hundred and sixtieth year, at the feast of tabernacles, and he recruited troops and equipped them with arms in abundance. |