katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME Connected to database DB1 | Kings of Edom. Gn.36.31-43 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ. Kings of Edom. Gn.36.31-43Kings of Edom. Gn.36.31-43 | 1Chr.1.43-54
καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα.   
ἀπέθανεν δὲ Βαλακ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας.   
ἀπέθανεν δὲ Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων.   
ἀπέθανεν δὲ Ασομ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.   
ἀπέθανεν δὲ Αδαδ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας.   
ἀπέθανεν δὲ Σαμαλα, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν.   
ἀπέθανεν δὲ Σαουλ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ.   
ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αραδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ.   
Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθερ,   
ἡγεμὼν Ελιβεμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων,   
ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαζαρ,   
ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ζαφωιμ. οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. Οὗτος Ησαυ πατὴρ Εδωμ.