| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ. | ISAAC's agreement with Abimelech. Gn.26.26-33ISAAC's agreement with Abimelech. Gn.26.26-33 | ||
| καὶ εἶπεν αὐτοῖς Ισαακ Ἵνα τί ἤλθατε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ' ὑμῶν. | |||
| καὶ εἶπαν Ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ, καὶ εἴπαμεν Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην | |||
| μὴ ποιήσειν μεθ' ἡμῶν κακόν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης· καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου. | |||
| καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον· | |||
| καὶ ἀναστάντες τὸ πρωῒ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ, καὶ ἀπῴχοντο ἀπ' αὐτοῦ μετὰ σωτηρίας. | |||
| ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν Οὐχ εὕρομεν ὕδωρ. | |||
| καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας. | |||