katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | At Raguel's house. Tob.7.1-12 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ ὅτε εἰσῆλθεν εἰς Ἑκβάτανα, λέγει αὐτῷ Αζαρια ἄδελφε, ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν. καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου, καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι, καὶ εἶπεν αὐτοῖς Χαίρετε πολλά, ἀδελφοί, καὶ καλῶς ἤλθατε ὑγιαίνοντες. καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ. At Raguel's house. Tob.7.1-12At Raguel's house. Tob.7.1-12When they reached Ecbatana and arrived at the house of Raguel, Sarah met them and greeted them. They returned her greeting, and she brought them into the house.
καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, παιδίον, ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός· ὦ ταλαιπώρων κακῶν, ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας. καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν.   Then Raguel sprang up and kissed him and wept.
καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί Φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην· οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ, ἄδελφε, ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ, ὅτι σὺ ἔγγιστά μου· καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω, παιδίον.   for it is your right to take my child. But let me explain the true situation to you.
καὶ εἶπεν Τωβιας Οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω, ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ. καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι Ποιῶ, καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως, καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι· κομίζου τὴν ἀδελφήν σου. ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου· δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα· καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς, παιδίον, τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ' ὑμᾶς ἔλεος καὶ εἰρήνην.   So Raguel said, "Take her right now, in accordance with the law. You are her relative, and she is yours. The merciful God will guide you both for the best."