| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σαρρας μόνης, καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν, καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι· καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν, καὶ ὁ πατὴρ αὐτῆς καλός. | The girl is also beautiful and sensible. Now listen to my plan. I will speak to her father, and as soon as we return from Rages we will celebrate the marriage. For I know that Raguel, according to the law of Moses, cannot give her to another man without incurring the penalty of death, because you rather than any other man are entitled to the inheritance." | ||
| καὶ εἶπεν Δεδικαίωταί σοι λαβεῖν αὐτήν· καὶ ἄκουσόν μου, ἄδελφε, καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην, ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων, ποιήσομεν τὸν γάμον αὐτῆς. καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ραγουηλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ, ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον. καὶ νῦν ἄκουσόν μου, ἄδελφε, καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων, λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ' ἡμῶν εἰς τὸν οἶκόν σου. | Then the young man said to the angel, "Brother Azarias, I have heard that the girl has been given to seven husbands and that each died in the bridal chamber. | ||
| καὶ νῦν φοβοῦμαι ἐγώ - ὅτι αὐτὴν οὐκ ἀδικεῖ, ἀλλ' ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς, ἀποκτέννει αὐτόν· μονογενής εἰμι τῷ πατρί μου - μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ' ὀδύνης ἐπ' ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ἵνα θάψῃ αὐτούς. | But the angel said to him, "Do you not remember the words with which your father commanded you to take a wife from among your own people? Now listen to me, brother, for she will become your wife; and do not worry about the demon, for this very night she will be given to you in marriage. | ||