|
καὶ πᾶσιν τοῖς ποιοῦσιν δικαιοσύνην 19 δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν· καὶ ὃν ἂν θέλῃ κύριος, ταπεινοῖ ἕως ᾅδου κατωτάτω. καὶ νῦν, παιδίον, μνημόνευε τὰς ἐντολὰς ταύτας, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου. 20 καὶ νῦν, παιδίον, ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας. 21 καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλὰ ἀγαθά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου. | | Give alms from your possessions to all who live uprightly, and do not let your eye begrudge the gift when you make it. Do not turn your face away from any poor man, and the face of God will not be turned away from you. |