katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME Connected to database DB1 | Generations - Cain. Gn.4.17-24 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ ἔγνω Καιν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ενωχ· καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ενωχ. Generations - Cain. Gn.4.17-24Generations - Cain. Gn.4.17-24
ἐγενήθη δὲ τῷ Ενωχ Γαιδαδ, καὶ Γαιδαδ ἐγέννησεν τὸν Μαιηλ, καὶ Μαιηλ ἐγέννησεν τὸν Μαθουσαλα, καὶ Μαθουσαλα ἐγέννησεν τὸν Λαμεχ.   
καὶ ἔλαβεν ἑαυτῷ Λαμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Αδα, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλα.   
καὶ ἔτεκεν Αδα τὸν Ιωβελ· οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.   
καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιουβαλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.   
Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θοβελ Νοεμα.   
εἶπεν δὲ Λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν

Αδα καὶ Σελλα, ἀκούσατέ μου τῆς φωνῆς,
γυναῖκες Λαμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους,
ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ
καὶ νεανίσκον εἰς μώλωπα ἐμοί,

  
ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν,
ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά.