| 2 |
ΡΟΥΘ | RUTH - Brenton|RSV | Reference | Bcv |
|
|
|
Text |
| 1 | Καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ, καὶ ὄνομα αὐτῷ Βοος. |
And Noemin had [a friend] an acquaintance of her husband, and the man [was] a mighty man of the kindred of Elimelech, and his name [was] Booz. | Ruth & Boaz. Ru.2.1-23 | |
|
|
<p> |
edit |
| 2 | καὶ εἶπεν Ρουθ ἡ Μωαβῖτις πρὸς Νωεμιν Πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ Πορεύου, θύγατερ. |
And Ruth the Moabitess said to Noemin, Let me go now to the field, and I will glean among the ears behind the man with whomsoever I shall find favour: and she said to her, Go, daughter. | | |
|
|
|
edit |
| 3 | καὶ ἐπορεύθη καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοος τοῦ ἐκ συγγενείας Αβιμελεχ. |
And she went; and came and gleaned in the field behind the reapers; and she happened by chance to come on a portion of the land of Booz, of the kindred of Elimelech. | | |
|
|
|
edit |
| 4 | καὶ ἰδοὺ Βοος ἦλθεν ἐκ Βαιθλεεμ καὶ εἶπεν τοῖς θερίζουσιν Κύριος μεθ' ὑμῶν· καὶ εἶπον αὐτῷ Εὐλογήσαι σε κύριος. |
And, behold, Booz came from Bethleem, and said to the reapers, The Lord [be] with you: and they said to him, The Lord bless thee. | | |
|
|
|
edit |
| 5 | καὶ εἶπεν Βοος τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας Τίνος ἡ νεᾶνις αὕτη; |
And Booz said to his servant who was set over the reapers, Whose [is] this damsel? | | |
|
|
|
edit |
| 6 | καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν Ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμιν ἐξ ἀγροῦ Μωαβ |
And his servant who was set over the reapers answered and said, It is the Moabitish damsel who returned with Noemin out of the land of Moab. | | |
|
|
|
edit |
| 7 | καὶ εἶπεν Συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν. |
And she said, I pray you, let me glean and gather among the sheaves after the reapers: and she came and stood from morning till evening, and rested not [even] a little in the field. | | |
|
|
|
edit |
| 8 | καὶ εἶπεν Βοος πρὸς Ρουθ Οὐκ ἤκουσας, θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν· ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου· |
And Booz said to Ruth, Hast thou not heard, [my] daughter? go not to glean in another field; and depart not thou hence, join thyself here with my damsels. | | |
|
|
|
edit |
| 9 | οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν θερίζωσιν, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ ὅ τι διψήσεις, καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἂν ὑδρεύωνται τὰ παιδάρια. |
[Let] thine eyes [be] on the field where [my men] shall reap, and thou shalt go after them: behold, I have charged the young men not to touch thee: and when you shalt thirst, then thou shalt go to the vessels, and drink of that which the young men shall have drawn. | | |
|
|
|
edit |
| 10 | καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν Τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με; καὶ ἐγώ εἰμι ξένη. |
And she fell upon her face, and did reverence to the ground, and said to him, How is it that I have found grace in thine eyes, that thou shouldest take notice of me, whereas I am a stranger? | | |
|
|
|
edit |
| 11 | καὶ ἀπεκρίθη Βοος καὶ εἶπεν αὐτῇ Ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης· |
And Booz answered and said to her, It has fully been told me how thou hast dealt with thy mother-in-law after the death of thy husband; and how thou didst leave thy father and thy mother, and the land of thy birth, and camest to a people whom thou knewest not before. | | |
|
|
|
edit |
| 12 | ἀποτείσαι κύριος τὴν ἐργασίαν σου, καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ κυρίου θεοῦ Ισραηλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ. |
The Lord recompense thy work; may a full reward be given thee of the Lord God of Israel, to whom thou hast come to trust under his wings. | | |
|
|
|
edit |
| 13 | ἡ δὲ εἶπεν Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου. |
And she said, Let me find grace in thy sight, my lord, because thou hast comforted me, and because thou hast spoken kindly to thy handmaid, and behold, I shall be as one of thy servants. | | |
|
|
|
edit |
| 14 | καὶ εἶπεν αὐτῇ Βοος Ἤδη ὥρᾳ τοῦ φαγεῖν πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάθισεν Ρουθ ἐκ πλαγίων τῶν θεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοος ἄλφιτον, καὶ ἔφαγεν καὶ ἐνεπλήσθη καὶ κατέλιπεν. |
And Booz said to her, Now [it is] time to eat; come hither, and thou shalt eat of the bread, and thou shalt dip thy morsel in the vinegar: and Ruth sat by the side of the reapers: and Booz handed her meal, and she ate, and was satisfied, and left. | | |
|
|
|
edit |
| 15 | καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοος τοῖς παιδαρίοις αὐτοῦ λέγων Καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν· |
And she rose up to glean; and Booz charged his young men, saying, Let her even glean among the sheaves, and reproach her not. | | |
|
|
|
edit |
| 16 | καὶ βαστάζοντες βαστάξατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ ἄφετε καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ. |
And do ye by all means carry it for her, and ye shall surely let fall for her some of that which is heaped up; and let her eat, and glean, and rebuke her not. | | |
|
|
|
edit |
| 17 | καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν ἃ συνέλεξεν, καὶ ἐγενήθη ὡς οιφι κριθῶν. |
So she gleaned in the field till evening, and beat out that she had gleaned, and it was about an ephah of barely. | | |
|
|
|
edit |
| 18 | καὶ ἦρεν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξεν, καὶ ἐξενέγκασα Ρουθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη. |
And she took [it] up, and went into the city: and her mother-in-law saw what she had gleaned, and Ruth brought forth and gave to her the food which she had left from what she had been satisfied with. | | |
|
|
|
edit |
| 19 | καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς Ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀπήγγειλεν Ρουθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν, καὶ εἶπεν Τὸ ὄνομα τοῦ ἀνδρός, μεθ' οὗ ἐποίησα σήμερον, Βοος. |
And her mother-in-law said to her, Where hast thou gleaned to-day, and where hast thou wrought? blessed be he that took notice of thee. And Ruth told her mother-in-law where she [had] wrought, and said, The name of the man with whom I wrought to-day [is] Booz. | | |
|
|
|
edit |
| 20 | καὶ εἶπεν Νωεμιν τῇ νύμφῃ αὐτῆς Εὐλογητός ἐστιν τῷ κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμιν Ἑγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν. |
And Noemin said to her daughter-in-law, Blessed is he of the Lord, because he has not failed in his mercy with the living and with the dead: and Noemin said to her The man is near akin to us, he is one of our relations. | | |
|
|
|
edit |
| 21 | καὶ εἶπεν Ρουθ πρὸς τὴν πενθερὰν αὐτῆς Καί γε ὅτι εἶπεν πρός με Μετὰ τῶν παιδαρίων μου προσκολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι. |
And Ruth said to her mother-in-law, Yea, he said also to me, Keep close to my damsels, until the men shall have finished all my reaping. | | |
|
|
|
edit |
| 22 | καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ τὴν νύμφην αὐτῆς Ἀγαθόν, θύγατερ, ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ. |
And Noemin said to Ruth her daughter-in-law, [It is] well, daughter, that thou wentest out with his damsels; thus they shall not meet thee in another field. | | |
|
|
|
edit |
| 23 | καὶ προσεκολλήθη Ρουθ τοῖς κορασίοις Βοος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν. καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς. |
And Ruth joined herself to the damsels of Booz to glean until they had finished the barley-harvest and the wheat-harvest. | | |
|
|
|
edit |
| |
|
<< | Ruth: 2 | >> |
|