| 10 |
ΚΡΙΤΑΙ | JUDGES - Brenton|RSV | Reference |
| 1 | Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ. |
And after Abimelech Thola the son of Phua rose up to save Israel, [being] the son of his father's brother, a man of Issachar; and he dwelt in Samir in mount Ephraim. | TOLA - Judge. Jdg.10.1-2 |
| 2 | καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμιρ. |
And he judged Israel twenty-three years, and died, and was buried in Samir. | |
| 3 | Καὶ ἀνέστη μετ' αὐτὸν Ιαιρ ὁ Γαλααδ καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι δύο ἔτη. |
And after him arose Jair of Galaad, and he judged Israel twenty-two years. | JAIR - Judge. Jdg.10.3-5 |
| 4 | καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς Ἑπαύλεις Ιαιρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλααδ. |
And he had thirty-two sons riding on thirty-two colts, and they had thirty-two cities; and they called them Jair's towns until this day in the land of Galaad. | |
| 5 | καὶ ἀπέθανεν Ιαιρ καὶ ἐτάφη ἐν Ραμνων. |
And Jair died, and was buried in Rhamnon. | |
| 6 | Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Αραδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. |
And the children of Israel did evil again in the sight of the Lord, and served Baalim, and Astaroth, and the gods of Aram, and the gods of Sidon, and the gods of Moab, and the gods of the children of Ammon, and the gods of the Phylistines; and they forsook the Lord, and did not serve him. | JEPHTHAR - Judge. Jdg.10.6-12.7 |
| 7 | καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιιμ καὶ ἐν χειρὶ υἱῶν Αμμων. |
And the Lord was very angry with Israel, and sold them into the hands of the Phylistines, and into the hand of the children of Ammon. | |
| 8 | καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ τοῦ Αμορρι τοῦ ἐν Γαλααδ. |
And they afflicted and bruised the children of Israel at that time eighteen years, all the children of Israel beyond Jordan in the land of the Amorite in Galaad. | |
| 9 | καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην παρατάξασθαι πρὸς Ιουδαν καὶ Βενιαμιν καὶ πρὸς Εφραιμ, καὶ ἐθλίβη Ισραηλ σφόδρα. |
And the children of Ammon went over Jordan to fight with Juda, and Benjamin, and with Ephraim; and the children of Israel were greatly afflicted. | |
| 10 | καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλιμ. |
And the children of Israel cried to the Lord, saying, We have sinned against thee, because we have forsaken God, and served Baalim. | |
| 11 | καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Αμορραίου καὶ ἀπὸ υἱῶν Αμμων καὶ ἀπὸ Φυλιστιιμ |
And the Lord said to the children of Israel, Did I not [save you] from Egypt and from the Amorite, and from the children of Ammon, and from the Phylistines, | |
| 12 | καὶ Σιδωνίων καὶ Αμαληκ καὶ Μαδιαμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; |
and from the Sidonians, and Amalec, and Madiam, who afflicted you? and ye cried to me, and I saved you out of their hand? | |
| 13 | καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. |
Yet ye forsook me and served other gods; therefore I will not save you any more. | |
| 14 | πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. |
Go, and cry to the gods whom ye have chosen to yourselves, and let them save you in the time of your affliction. | |
| 15 | καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. |
And the children of Israel said to the Lord, We have sinned: do thou to us according to all [that is] good in thine eyes; only deliver us this day. | |
| 16 | καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ισραηλ. |
And they put away the strange gods from the midst of them, and served the Lord only, and his soul was pained for the trouble of Israel. | |
| 17 | Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ συνήχθησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. |
And the children of Ammon went up, and encamped in Galaad; and the children of Israel were gathered together and encamped on the hill. | |
| 18 | καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ὁ ἀνήρ, ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Αμμων; καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ. |
And the people the princes of Galaad said every man to his neighbour, Who [is] he that shall begin to fight against the children of Ammon? he shall even be head over all that dwell in Galaad. | |
| |
|
<< | Judges: 10 | >> |
|