katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
katapi HOME | about DEUTERONOMY | Septuagint: Introduction | Contents | notes | Search---> the Septuagint GREEK TEXT | Compare LXX || Hebrew Text

1ΔΕΥΤΕΡΟΝΟΜΙΟΝDEUTERONOMY (Brenton-Septuagint)Reference

1Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν Μωϋσῆς παντὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαραν, Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ Καταχρύσεα· These [are] the words which Moses spoke to all Israel on this side Jordan in the desert towards the west near the Red Sea between Pharan Tophol and Lobon and Aulon and the gold works.DEUTERONOMY. Introduction Dt.1.1-8
2ἕνδεκα ἡμερῶν ἐν Χωρηβ ὁδὸς ἐπ' ὄρος Σηιρ ἕως Καδης Βαρνη. [It is] a journey of eleven days from Choreb to mount Seir as far as Cades Barne. 
3καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησεν Μωϋσῆς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα, ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς. And it came to pass in the fortieth year in the eleventh month on the first [day] of the month Moses spoke to all the children of Israel according to all things which the Lord commanded him for them: 
4μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τῆς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωθ καὶ ἐν Εδραιν after he had smitten Seon king of the Amorites who dwelt in Esebon and Og the king of Basan who dwelt in Astaroth and in Edrain; 
5ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωϋσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων beyond Jordan in the land of Moab Moses began to declare this law saying 
6Κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρηβ λέγων Ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· The Lord your God spoke to us in Choreb saying Let it suffice you to have dwelt [so long] in this mountain. 
7ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν, γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. Turn ye and depart and enter into the mountain of the Amorites and [go] to all that dwell near about Araba to the mountain and the plain and to the south and the land of the Chananites near the sea and Antilibanus 
8ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Behold [God] has delivered the land before you; go in and inherit the land which I sware to your fathers Abraam and Isaac 
9καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· And I spoke to you at that time saying I shall not be able by myself to bear you.Appointment of Judges. Dt.1.9-18 | Ex.18.13-27 
10κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· The Lord your God has multiplied you and behold ye are to-day as the stars of heaven for multitude. 
11κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. The Lord God of your fathers add to you a thousand-fold more than you are and bless you as he has spoken to you. 
12πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν; How shall I alone be able to bear your labour and your burden and your gainsayings? 
13δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ' ὑμῶν ἡγουμένους ὑμῶν. Take to yourselves wise and understanding and prudent men for your tribes and I will set your leaders over you. 
14καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας ποιῆσαι. And ye answered me and said The thing which thou hast told us [is] good to do. 
15καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. So I took of you wise and understanding and prudent men and I set them to rule over you as rulers of thousands and rulers of hundreds and rulers of fifties and rulers of tens 
16καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. And I charged your judges at that time saying Hear [causes] between your brethren and judge rightly between a man and [his] brother and the stranger that is with him. 
17οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν· καὶ τὸ ῥῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ' ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ' ἐμέ, καὶ ἀκούσομαι αὐτό. Thou shalt not have respect to persons in judgment thou shalt judge small and great equally; thou shalt not shrink from before the person of a man for the judgment is God's; and whatsoever matter shall be too hard for you ye shall bring it to me and I wil 
18καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε. And I charged upon you at that time all the commands which ye shall perform. 
19Καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Αμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδης Βαρνη. And we departed from Choreb and went through all that great wilderness and terrible which ye saw by the way of the mountain of the Amorite as the Lord our God charged usKADESH BARNEA: report of the spies. Dt.1.19-33 | Nu.13.1-33 
20καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν. And I said to you Ye have come as far as the mountain of the Amorite which the Lord our God gives to you: 
21ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. behold the Lord your God has delivered to us the land before you: go up and inherit it as the Lord God of your fathers said to you; fear not neither be afraid. 
22καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι' ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις, εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. And ye all came to me and said Let us send men before us and let them go up to the land for us; and let them bring back to us a report of the way by which we shall go up and of the cities into which we shall enter. 
23καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν. And the saying pleased me: and I took of you twelve men one man of a tribe. 
24καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν. And they turned and went up to the mountain and they came as far as the valley of the cluster and surveyed it. 
25καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. And they took in their hands of the fruit of the land and brought it to you and said The land is good which the Lord our God gives us. 
26καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν Yet ye would not go up but rebelled against the words of the Lord our God. 
27καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς. And ye murmured in your tents and said Because the Lord hated us he has brought us out of the land of Egypt to deliver us into the hands of the Amorites to destroy us. 
28ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. Whither do we go up? and your brethren drew away your heart saying [It is a] great nation and populous and mightier than we; and [there are] cities great and walled up to heaven: moreover we saw there the sons of the giants. 
29καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ' αὐτῶν· And I said to you Fear not neither be ye afraid of them; 
30κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ' ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ the Lord your God who goes before your face he shall fight against them together with you effectually according to all that he wrought for you in the land of Egypt; 
31καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. and in this wilderness which ye saw by the way of the mountain of the Amorite; how the Lord thy God will bear thee as a nursling as if any man should nurse his child through all the way which ye have gone until ye came to this place. 
32καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, And in this matter ye believed not the Lord our God 
33ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν, καθ' ἣν πορεύεσθε ἐπ' αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας. who goes before you in the way to choose you a place guiding you in fire by night shewing you the way by which ye go and a cloud by day. 
34καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσεν λέγων And the Lord heard the voice of your words and being greatly provoked he sware sayingIsrael punished. Dt.1.34-45 | Nu.14.20-45 
35Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, Not one of these men shall see this good land which I sware to their fathers 
36πλὴν Χαλεβ υἱὸς Ιεφοννη, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ' ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον. except Chaleb the son of Jephonne he shall see it; and to him I will give the land on which he went up and to his sons because he attended to the things of the Lord. 
37καὶ ἐμοὶ ἐθυμώθη κύριος δι' ὑμᾶς λέγων Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ· And the Lord was angry with me for your sake saying Neither shalt thou by any means enter therein. 
38Ἰησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ. Joshua the son of Naue who stands by thee he shall enter in there; do thou strengthen him for he shall cause Israel to inherit it. 
39καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν. And every young child who this day knows not good or evil -- they shall enter therein and to them I will give it and they shall inherit it. 
40καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. And ye turned and marched into the wilderness in the way by the Red Sea. 
41καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος. And ye answered and said We have sinned before the Lord our God; we will go up and fight according to all that the Lord our God has commanded us: and having taken every one his weapons of war and being gathered together ye went up to the mountain. 
42καὶ εἶπεν κύριος πρός με Εἰπὸν αὐτοῖς Οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ' ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν. And the Lord said to me Tell them Ye shall not go up neither shall ye fight for I am not with you; thus shall ye not be destroyed before your enemies. 
43καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. And I spoke to you and ye did not hearken to me; and ye transgressed the commandment of the Lord; and ye forced your way and went up into the mountain. 
44καὶ ἐξῆλθεν ὁ Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηιρ ἕως Ερμα. And the Amorite who dwelt in that mountain came out to meet you and pursued you as bees do and wounded you from Seir to Herma. 
45καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου, καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. And ye sat down and wept before the Lord our God and the Lord hearkened not to your voice neither did he take heed to you. 
46καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε. And ye dwelt in Cades many days as many days as ye dwelt [there].The years in the wilderness. Dt.1.46-2.25
    | Deuteronomy: 1 | >>  

Notes:The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text.)
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica 1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.
© Paul Ingram 2006.