|
| 7 | ΖΑΧΑΡΙΑΣ | ZECHARIAH (Brenton-Septuagint) | Reference |
|
| 1 | Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασελευ, |
And it came to pass in the fourth year of Darius the king [that] the word of the Lord came to Zacharias on the fourth [day] of the ninth month which is Chaseleu. | the LORD condemns insincere fasting. Zch.7.1-7 |
| 2 | καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον |
And Sarasar and Arbeseer the king and his men sent to Bethel and [that] to propitiate the Lord | |
| 3 | λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. |
speaking to the priests that were in the house of the Lord Almighty and to the prophets saying The holy offering has come in hither in the fifth month as it has done already many years. | |
| 4 | καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων |
And the word of the Lord of hosts came to me saying | |
| 5 | Εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἑὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι; |
Speak to the whole people of the land and to the priests saying Though ye fasted or lamented in the fifth or seventh [months] (yea behold | |
| 6 | καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε; |
And if ye eat or drink do ye not eat and drink for yourselves? | |
| 7 | οὐχ οὗτοι οἱ λόγοι εἰσίν, οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο; |
Are not these the words which the Lord spoke by the former prophets when Jerusalem was inhabited and in prosperity and her cities round about her and the hill country and the low country was inhabited? | |
| 8 | καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων |
And the word of the Lord came to Zacharias saying | The cause of the Exile. Zch.7.8-14 |
| 9 | Τάδε λέγει κύριος παντοκράτωρ Κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ |
Thus saith the Lord Almighty; Judge righteous judgment and deal mercifully and compassionately every one with his brother: | |
| 10 | καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. |
and oppress not the widow or the fatherless or the stranger or the poor; and let not one of you remember in his heart the injury of his brother. | |
| 11 | καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν |
But they refused to attend and madly turned their back and made their ears heavy so that they should not hear. | |
| 12 | καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος. |
And they made their heart disobedient so as not to hearken to my law and the words which the Lord Almighty sent forth by his Spirit by the former prophets: so there was great wrath from the Lord Almighty. | |
| 13 | καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει κύριος παντοκράτωρ. |
And it shall come to pass [that] as he spoke and they hearkened not so they shall cry and I will not hearken | |
| 14 | καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν. |
And I will cast them out among all the nations whom they know not; and the land behind them shall be made utterly destitute of any going through or returning: yea they have made the choice land a desolation. | |
| |
|
<< | Zechariah: 7 | >> |
|