| 3 |
ΝΑΟΥΜ | NAHUM - Brenton|RSV | Reference |
| 1 | Ὦ πόλις αἱμάτων ὅλη ψευδὴς ἀδικίας πλήρης, οὐ ψηλαφηθήσεται θήρα. |
O city of blood, wholly false, full of unrighteousness; the prey shall not be handled. | |
| 2 | φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος |
The noise of whips, and the noise of the rumbling of wheels, and of the pursuing horse, and of the bounding chariot, | |
| 3 | καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν |
and of the mounting rider, and of the glittering sword, and of the gleaming arms, and of a multitude of slain, and of heavy falling: and there was no end to her nations, but they shall be weak in their bodies | |
| 4 | ἀπὸ πλήθους πορνείας. πόρνη καλὴ καὶ ἐπιχαρὴς ἡγουμένη φαρμάκων ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς, |
because of the abundance of fornication: [she is] a fair harlot, and well-favoured, skilled in sorcery, that sells the nations by her fornication, and peoples by her sorceries. | |
| 5 | ἰδοῦ ἐγὼ ἐπὶ σέ, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔθνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου |
Behold, I am against thee, saith the Lord God Almighty, and I will uncover thy skirts in thy presence, and I will shew the nations thy shame, and the kingdoms thy disgrace. | |
| 6 | καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου καὶ θήσομαί σε εἰς παράδειγμα, |
And I will cast abominable filth upon thee according to thine unclean ways, and will make thee a public example. | |
| 7 | καὶ ἔσται πᾶς ὁ ὁρῶν σε ἀποπηδήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευη· τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ; |
And it shall be [that] every one that sees thee shall go down from thee, and shall say, Wretched Nineve! who shall lament for her? whence shall I seek comfort for her? | |
| 8 | ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Αμων ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς, |
Prepare thee a portion, tune the chord, prepare a portion for Ammon: she that dwells among the rivers, water is round about her, whose dominion is the sea, and whose walls are water. | |
| 9 | καὶ Αἰθιοπία ἡ ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς. |
And Ethiopia is her strength, and Egypt; and there was no limit of the flight [of her enemies]; and the Libyans became her helpers. | |
| 10 | καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ' ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις. |
Yet she shall go as a prisoner into captivity, and they shall dash her infants against the ground at the top of all her ways: and they shall cast lots upon all her glorious [possessions], and all her nobles shall be bound in chains. | |
| 11 | καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. |
And thou shalt be drunken, and shalt be overlooked; and thou shalt seek for thyself strength because of [thine] enemies. | |
| 12 | πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσιν, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος. |
All thy strong-holds are as fig-trees having watchers: if they be shaken, they shall fall into the mouth of the eater. | |
| 13 | ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καὶ καταφάγεται πῦρ τοὺς μοχλούς σου. |
Behold, thy people within thee are as women: the gates of thy land shall surely be opened to thine enemies: the fire shall devour thy bars. | |
| 14 | ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον· |
Draw thee water for a siege, and well secure thy strong-holds: enter into the clay, and be thou trodden in the chaff, make [the fortifications] stronger than brick. | |
| 15 | ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολεθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνθήσῃ ὡς βροῦχος. |
There the fire shall devour thee; the sword shall utterly destroy thee, it shall devour thee as the locust, and thou shalt be pressed down as a palmerworm. | |
| 16 | ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησεν καὶ ἐξεπετάσθη. |
Thou hast multiplied thy merchandise beyond the stars of heaven: the palmerworm has attacked [it], and has flown away. | |
| 17 | ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγους· ὁ ἥλιος ἀνέτειλεν, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς. |
Thy mixed [multitude] has suddenly departed as the grasshopper, as the locust perched on a hedge in a frosty day; the sun arises, and it flies off, and knows not its place: woe to them!3:18 Thy shepherds have slumbered, the Assyrian king has laid low thy mighty men: thy people departed to the mountains, and there was none to receive [them]. | |
| 18 | ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισεν τοὺς δυνάστας σου· ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος. |
Thy shepherds have slumbered the Assyrian king has laid low thy mighty men: thy people departed to the mountains and there was none to receive [them]. | |
| 19 | οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός; |
There is no healing for thy bruise; thy wound has rankled: all that hear the report of thee shall clap their hands against thee; for upon whom has not thy wickedness passed continually? | |
| |
|
<< | Nahum: 3 | |
|