|
| 2 | ΜΕΙΧΑΙΑΣ | MICAH (Brenton-Septuagint) | Reference |
|
| 1 | Ἑγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ἦραν πρὸς τὸν θεὸν τὰς χεῖρας αὐτῶν· |
They meditated troubles and wrought wickedness on their beds and they put it in execution with the daylight; for they have not lifted up their hands to God. | Thre fate of those who oppress the poor. Mic.2.1-13 |
| 2 | καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ. |
And they desired fields and plundered orphans and oppressed families and spoiled a man and his house even a man and his inheritance. | |
| 3 | διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν. |
Therefore thus saith the Lord; Behold I devise evils against this family out of which ye shall not lift up your necks neither shall ye walk upright speedily: for the time is evil. | |
| 4 | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημφθήσεται ἐφ' ὑμᾶς παραβολή, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν. |
In that day shall a parable be taken up against you and a plaintive lamentation shall be uttered saying We are thoroughly miserable: the portion of my people has been measured out with a line and there was none to hinder him so as to turn him back; your f | |
| 5 | διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ κυρίου. |
Therefore thou shalt have no one to cast a line for the lot. | |
| 6 | μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐ γὰρ ἀπώσεται ὀνείδη. |
Weep not with tears in the assembly of the Lord neither let [any] weep for these things; for he shall not remove the reproaches | |
| 7 | ὁ λέγων Οἶκος Ιακωβ παρώργισεν πνεῦμα κυρίου· εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσιν καλοὶ μετ' αὐτοῦ καὶ ὀρθοὶ πεπόρευνται; |
who says The house of Jacob has provoked the Spirit of the Lord; are not these his practices? Are not the Lord's words right with him? and have they not proceeded correctly? | |
| 8 | καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. |
Even beforetime my people withstood [him] as an enemy against his peace; they have stripped off his skin to remove hope [in] the conflict of war. | |
| 9 | διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις. |
The leaders of my people shall be cast forth from their luxurious houses; they are rejected because of their evil practices; draw ye near to the everlasting mountains. | |
| 10 | ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας. διεφθάρητε φθορᾷ, |
Arise thou and depart; for this is not thy rest because of uncleanness: ye have been utterly destroyed; | |
| 11 | κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησεν ψεῦδος, ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέθυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου |
ye have fled no one pursuing [you: thy] spirit has framed falsehood it has dropped on thee for wine and strong drink. But it shall come to pass [that] out of the dropping of this people | |
| 12 | συναγόμενος συναχθήσεται Ιακωβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ισραηλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων. |
Jacob shall be completely gathered with all [his people:] I will surely receive the remnant of Israel; I will cause them to return together as sheep in trouble as a flock in the midst of their fold: they shall rush forth from among men through the breach | |
| 13 | διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλθον πύλην καὶ ἐξῆλθον δι' αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ κύριος ἡγήσεται αὐτῶν. |
they have broken through and passed the gate and gone out by it: and their king has gone out before them and the Lord shall lead them. | |
| |
|
<< | Micah: 2 | >> |
|