|
| 1 | ΙΩΝΑΣ | JONAH (Brenton-Septuagint) | Reference |
|
| 1 | Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων |
Now the word of the Lord came to Jonas the son of Amathi saying | JONAH. JONAH disobeys the LORD. Jon.1.1-17 |
| 2 | Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. |
Rise and go to Nineve the great city and preach in it; for the cry of its wickedness is come up to me. | |
| 3 | καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου. |
But Jonas rose up to flee to Tharsis from the presence of the Lord. And he went down to Joppa and found a ship going to Tharsis: and he paid his fare and went up into it to sail with them to Tharsis from the presence of the Lord. | |
| 4 | καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι. |
And the Lord raised up a wind on the sea; and there was a great storm on the sea and the ship was in danger of being broken. | |
| 5 | καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ' αὐτῶν· Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν. |
And the sailors were alarmed and cried every one to his god and cast out the wares that were in the ship into the sea that it might be lightened of them. But Jonas was gone down into the hold of the ship and was asleep | |
| 6 | καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα. |
And the shipmaster came to him and said to him Why snorest thou? arise and call upon thy God that God may save us | |
| 7 | καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν. |
And each man said to his neighbour Come let us cast lots and find out for whose sake this mischief is upon us. So they cast lots and the lot fell upon Jonas. | |
| 8 | καὶ εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. τίς σου ἡ ἐργασία ἐστίν; καὶ πόθεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; |
And they said to him Tell us what is thine occupation and whence comest thou and of what country and what people art thou? | |
| 9 | καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν. |
And he said to them I am a servant of the Lord; and I worship the Lord God of heaven who made the sea and the dry [land]. | |
| 10 | καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. |
Then the men feared exceedingly and said to him What is this [that] thou hast done? for the men knew that he was fleeing from the face of the Lord because he had told them. | |
| 11 | καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα. |
And they said to him What shall we do to thee that the sea may be calm to us? for the sea rose and lifted its wave exceedingly. | |
| 12 | καὶ εἶπεν Ιωνας πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι' ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ' ὑμᾶς ἐστιν. |
And Jonas said to them Take me up and cast me into the sea and the sea shall be calm to you: for I know that for my sake this great tempest is upon you. | |
| 13 | καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ' αὐτούς. |
And the men tried hard to return to the land and were not able: for the sea rose and grew more and more tempestuous against them. | |
| 14 | καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας. |
And they cried to the Lord and said Forbid it Lord: let us not perish for the sake of this man's life and bring not righteous blood upon us: for thou | |
| 15 | καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. |
So they took Jonas and cast him out into the sea: and the sea ceased from its raging. | |
| 16 | καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς. |
And the men feared the Lord very greatly and offered a sacrifice to the Lord and vowed vows. | |
| |
|
| Jonah: 1 | >> |
|