|
| 9 | ΑΜΩΣ | AMOS (Brenton-Septuagint) | Reference |
|
| 1 | Εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ, οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασῳζόμενος. |
I saw the Lord standing on the altar: and he said Smite the mercy-seat and the porch shall be shaken: and cut through into the heads of all; and I will slay the remnant of them with the sword: no one of them fleeing shall escape and no one of them strivin | The LORD's judgements. Am.9.1-10 |
| 2 | ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατάξω αὐτούς· |
Though they hid themselves in hell thence shall my hand drag them forth; and though they go up to heaven thence will I bring them down. | |
| 3 | ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· |
If they hide themselves in the top of Carmel thence will I search [them] out and take them; and if they should go down from my presence into the depths of the sea there will I command the serpent and he shall bite them. | |
| 4 | καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. |
And if they should go into captivity before the face of their enemies there will I command the sword and it shall slay them: and I will set mine eyes against them for evil and not for good. | |
| 5 | καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου· |
And the Lord the Lord God Almighty [is he] that takes hold of the land and causes it to shake and all that inhabit it shall mourn; and its destruction shall go up as a river | |
| 6 | ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. |
[It is he] that builds his ascent up to the sky and establishes his promise on the earth; who calls the water of the sea and pours it out on the face of the earth; the Lord Almighty is his name. | |
| 7 | οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ; λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου; |
Are not ye to me as the sons of the Ethiopians O children of Israel? saith the Lord. Did I not bring Israel up out of the land of Egypt and the Philistines from Cappadocia and the Syrians out of the deep? | |
| 8 | Ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος. |
Behold the eyes of the Lord God are upon the kingdom of sinners and I will cut it off from the face of the earth; only I will not utterly cut off the house of Jacob saith the Lord. | |
| 9 | διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσιν τὸν οἶκον τοῦ Ισραηλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν. |
For I [will] give commandment and sift the house of Israel among all the Gentiles as [corn] is sifted in a sieve and [yet] a fragment shall not in any wise fall upon the earth. | |
| 10 | ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ' οὐ μὴ γένηται ἐφ' ἡμᾶς τὰ κακά. |
All the sinners of my people shall die by the sword who say Calamities shall certainly not draw near nor come upon us. | |
| 11 | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, |
In that day I will raise up the tabernacle of David that is fallen and will rebuild the ruins of it and will set up the parts thereof that have been broken down and will build it up as in the ancient days: | The future restoration of Israel. Am.9.11-15 |
| 12 | ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, λέγει κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα. |
that the remnant of men and all the Gentiles upon whom my name is called may earnestly seek [me] saith the Lord who does all these things. | |
| 13 | ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται· |
Behold the days come saith the Lord when the harvest shall overtake the vintage and the grapes shall ripen at seedtime; and the mountains shall drop sweet wine | |
| 14 | καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν· |
And I will turn the captivity of my people Israel and they shall rebuild the ruined cities and shall inhabit [them]; and they shall plant vineyards and shall drink the wine from them; and they shall form gardens and eat the fruit of them. | |
| 15 | καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ. |
And I will plant them on their land and they shall no more be plucked up from the land which I have given them saith the Lord God Almighty. | |
| |
|
<< | Amos: 9 | |
|