katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | Search---> the Old Testament in Greek - GREEK TEXT | Compare LXX || Hebrew Text.           
8 ΛΕΥΕΙΤΟΚΟΝLEVITICUS - Brenton|RSVReference
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων And the Lord spoke to Moses, saying,Ordination of priests of Aaron's line. Lv.8.1-36
2Λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων Take Aaron and his sons, and his robes and the anointing oil, and the calf for the sin-offering, and the two rams, and the basket of unleavened bread, 
3καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. and assemble the whole congregation at the door of the tabernacle of witness. 
4καὶ ἐποίησεν Μωϋσῆς ὃν τρόπον συνέταξεν αὐτῷ κύριος, καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. And Moses did as the Lord appointed him, and he assembled the congregation at the door of the tabernacle of witness. 
5καὶ εἶπεν Μωϋσῆς τῇ συναγωγῇ Τοῦτό ἐστιν τὸ ῥῆμα, ὃ ἐνετείλατο κύριος ποιῆσαι. And Moses said to the congregation, This is the thing which the Lord has commanded you to do. 
6καὶ προσήνεγκεν Μωϋσῆς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἔλουσεν αὐτοὺς ὕδατι· And Moses brought nigh Aaron and his sons, and washed them with water, 
7καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ' αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ· and put on him the coat, and girded him with the girdle, and clothed him with the tunic, and put on him the ephod; 
8καὶ ἐπέθηκεν ἐπ' αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· and girded him [with a girdle] according to the make of the ephod, and clasped him closely with it: and put upon it the oracle, and put upon the oracle the Manifestation and the Truth. 
9καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. And he put the mitre on his head, and put upon the mitre in front the golden plate, the most holy thing, as the Lord commanded Moses. 
10καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως And Moses took of the anointing oil, 
11καὶ ἔρρανεν ἀπ' αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν. and sprinkled of it seven times on the altar; and anointed the altar, and hallowed it, and all things on it, and the laver, and its foot, and sanctified them; and anointed the tabernacle and all its furniture, and hallowed it. 
12καὶ ἐπέχεεν Μωϋσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν. And Moses poured of the anointing oil on the head of Aaron; and he anointed him and sanctified him. 
13καὶ προσήγαγεν Μωϋσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ. And Moses brought the sons of Aaron near, and put on them coast and girded them with girdles, and put on them bonnets, as the Lord commanded Moses. 
14καὶ προσήγαγεν Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας. And Moses brought near the calf for the sin-offering, and Aaron and his sons laid their hands on the head of the calf of the sin-offering. 
15καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ. And he slew it; and Moses took of the blood, ad put it on the horns of the altar round about with his finger; and he purified the altar, and poured out the blood at the bottom of the altar, and sanctified it, to make atonement upon it. 
16καὶ ἔλαβεν Μωϋσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ἀνήνεγκεν Μωϋσῆς ἐπὶ τὸ θυσιαστήριον· And Moses took all the fat that was upon the inwards, and the lobe on the liver, and both the kidneys, and the fat that was upon them, and Moses offered them on the altar. 
17καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. But the calf, and his hide, and his flesh, and his dung, he burnt with fire without the camp, as the Lord commanded Moses. 
18καὶ προσήγαγεν Μωϋσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. And Moses brought near the ram for a whole-burnt-offering, and Aaron and his sons laid their hands on the head of the ram. And Moses slew the ram: and Moses poured the blood on the altar round about. 
19καὶ ἔσφαξεν Μωϋσῆς τὸν κριόν, καὶ προσέχεεν Μωϋσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. And he divided the ram by its limbs, and Moses offered the head, and the limbs, and the fat; and he washed the belly and the feet with water. 
20καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωϋσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ· And Moses offered up the whole ram on the altar: it is a whole-burnt-offering for a sweet-smelling savour; it is a burnt-offering to the Lord, as the Lord commanded Moses. 
21καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωϋσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμα, ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστιν τῷ κυρίῳ, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ. And Moses brought the second ram, the ram of consecration, and Aaron and his sons laid their hands on the head of the ram, and [he] slew him; 
22καὶ προσήγαγεν Μωϋσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. and Moses took of his blood, and put it upon the tip of Aaron's right ear, and on the thumb of his right hand, and on the great toe of his right foot. 
23καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. And Moses brought near the sons of Aaron; and Moses put of the blood on the tips of their right ears, and on the thumbs of their right hands, and on the great toes of their right feet, and Moses poured out the blood on the altar round about. 
24καὶ προσήγαγεν Μωϋσῆς τοὺς υἱοὺς Ααρων, καὶ ἐπέθηκεν Μωϋσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν, καὶ προσέχεεν Μωϋσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. And he took the fat, and the rump, and the fat on the belly, and the lobe of the liver, and the two kidneys, and the fat that is upon them, and the right shoulder. 
25καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν· And from the basket of consecration, which was before the Lord, he also took one unleavened loaf, and one loaf made with oil, and one cake; and put [them] upon the fat, and the right shoulder: 
26καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν· and put them all on the hands of Aaron, and upon the hands of his sons, and offered them up for a wave-offering before the Lord. 
27καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου. And Moses took them at their hands, and Moses offered them on the altar, on the whole-burnt-offering of consecration, which is a smell of sweet savour: it is a burnt-offering to the Lord. 
28καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωϋσῆς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ κυρίῳ. And Moses took the breast, and separated it for a heave-offering before the Lord, from the ram of consecration; and it became Moses' portion, as the Lord commanded Moses. 
29καὶ λαβὼν Μωϋσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ. And Moses took of the anointing oil, and of the blood that was on the altar, and sprinkled it on Aaron, and on his garments, and his sons, and the garments of his sons with him. 
30καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ. And he sanctified Aaron and his garments, and his sons, and the garments of his sons with him. 
31καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ Ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά· And Moses said to Aaron and to his sons, Boil the flesh in the tent of the tabernacle of witness in the holy place; and there ye shall eat it and the loaves in the basket of consecration, as it has been appointed me, [the Lord] saying, Aaron and his sons shall eat them. 
32καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυθήσεται. And that which is left of the flesh and of the loaves burn ye with fire. 
33καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν. And ye shall not go out from the door of the tabernacle of witness for seven days, until the day be fulfilled, the day of your consecration; for in seven days shall he consecrate you, 
34καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν. as he did in this day on which the Lord commanded me to do so, to make an atonement for you. 
35καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός. And ye shall remain seven days at the door of the tabernacle of witness, day and night; ye shall observe the ordinances of the Lord, that ye die not; for so has the Lord God commanded me. 
36καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξεν κύριος τῷ Μωυσῇ. And Aaron and his sons performed all these commands which the Lord commanded Moses. 
    << | Leviticus: 8 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.