katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | Search---> the Old Testament in Greek - GREEK TEXT | Compare LXX || Hebrew Text.           
4 ΛΕΥΕΙΤΟΚΟΝLEVITICUS - Brenton|RSVReference
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων And the Lord spoke to Moses, saying,Offerings for unintentional sins. Lv.4.1-35
2Λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ' αὐτῶν· Speak to the children of Israel, saying, If a soul shall sin unwillingly before the Lord, in any of the commandments of the Lord concerning things which he ought not to do, and shall do some of them; 
3ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ. if the anointed priest sin so as to cause the people to sin, then shall he bring for his sin, which he has sinned, an unblemished calf of the herd to the Lord for his sin. 
4καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου. And he shall bring the calf to the door of the tabernacle of witness before the Lord, and he shall put his hand on the head of the calf before the Lord, and shall slay the calf in the presence of the Lord. 
5καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· And the anointed priest who has been consecrated having received of the blood of the calf, shall then bring it into the tabernacle of witness. 
6καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον· And the priest shall dip his finger into the blood, and sprinkle of the blood seven times before the Lord, over against the holy veil. 
7καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. And the priest shall put of the blood of the calf on the horns of the altar of the compound incense which is before the Lord, which is in the tabernacle of witness; and all the blood of the calf shall he pour out by the foot of the altar of whole-burnt-offerings, which is by the doors of the tabernacle of witness. 
8καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ' αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων and all the fat of the calf of the sin-offering shall he take off from it; the fat that covers the inwards, and all the fat that is on the inwards, 
9καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό], and the two kidneys, and the fat that is upon them, which is on the thighs, and the caul that is on the liver with the kidneys, them shall he take away, 
10ὃν τρόπον ἀφαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως. as he takes it away from the calf of the sacrifice of peace-offering, so shall the priest offer it on the altar of burnt-offering. 
11καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ And [they shall take] the skin of the calf, and all his flesh with the head and the extremities and the belly and the dung, 
12καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, οὗ ἐκχεοῦσιν τὴν σποδιάν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται. and they shall carry out the whole calf out of the camp into a clean place, where they pour out the ashes, and they shall consume it there on wood with fire: it shall be burnt on the ashes poured out. 
13Ἑὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσιν, And if the whole congregation of Israel trespass ignorantly, and a thing should escape the notice of the congregation, and they should do one thing forbidden of any of the commands of the Lord, which ought not to be done, and should transgress: 
14καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. and the sin wherein they have sinned should become known to them, then shall the congregation bring an unblemished calf of the herd for a sin-offering, and they shall bring it to the doors of the tabernacle of witness. 
15καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου. And the elders of the congregation shall lay their hands on the head of the calf before the Lord, and they shall slay the calf before the Lord. 
16καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· And the anointed priest shall bring in of the blood of the calf into the tabernacle of witness. 
17καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου· And the priest shall dip his finger into some of the blood of the calf, and shall sprinkle it seven times before the Lord, in front of the veil of the sanctuary. 
18καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου. And the priest shall put some of the blood on the horns of the altar of the incense of composition, which is before the Lord, which is in the tabernacle of witness; and he shall pour out all the blood at the bottom of the altar of whole-burnt-offerings, which is by the door of the tabernacle of witness. 
19καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ' αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον· And he shall take away all the fat from it, and shall offer it up on the altar. 
20καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτως ποιηθήσεται· καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία. And he shall do to the calf as he did to the calf of the sin-offering, so shall it be done; and the priest shall make atonement for them, and the trespass shall be forgiven them. 
21καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν. And they shall carry forth the calf whole without the camp, and they shall burn the calf as they burnt the former calf: it is the sin-offering of the congregation. 
22Ἑὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν, ἣ οὐ ποιηθήσεται, ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ, And if a ruler sin, and break one of all the commands of the Lord his God, [doing the thing] which ought not to be done, unwillingly, and shall sin and trespass, 
23καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον. and his trespass wherein he has sinned, be known to him,-- then shall he offer for his gift a kid of the goats, a male without blemish. 
24καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου· ἁμαρτία ἐστίν. And he shall lay his hand on the head of the kid, and they shall kill it in the place were they kill the [victims for] whole-burnt-offerings before the Lord; it is a sin-offering. 
25καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων. And the priest shall put some of the blood of the sin-offering with his finger on the horns of the altar of whole-burnt-offering; and he shall pour out all its blood by the bottom of the altar of whole-burnt-offerings. 
26καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ. And he shall offer up all his fat on the altar, as the fat of the sacrifice of peace-offering; and the priest shall make atonement for him concerning his sin, and it shall be forgiven him. 
27Ἑὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, And if a soul of the people of the land should sin unwillingly, in doing a thing [contrary to] any of the commandments of the Lord, which ought not to be done, and shall transgress, 
28καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον, οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν. and his sin should be known to him, wherein he has sinned, then shall he bring a kid of the goats, a female without blemish shall he bring for his sin, which he has sinned. 
29καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ, καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα. And he shall lay his hand on the head of his sin-offering, and they shall slay the kid of the sin-offering in the place where they slay the [victims for] whole-burnt-offerings. 
30καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. And the priest shall take of its blood with his finger, and shall put it on the horns of the altar of whole-burnt-offerings; and all its blood he shall pour forth by the foot of the altar. 
31καὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτῷ. - And he shall take away all the fat, as the fat is taken away from the sacrifice of peace-offering, and the priest shall offer it on the altar for a smell of sweet savour to the Lord; and the priest shall make atonement for him, and [his sin] shall be forgiven him. 
32ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν, θῆλυ ἄμωμον προσοίσει αὐτό. And if he should offer a lamb for his sin-offering, he shall offer it a female without blemish. 
33καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας, καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα. And he shall lay his hand on the head of the sin-offerings, and they shall kill it in the place where they kill the [victims for] whole-burnt-offerings. 
34καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως· καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως. And the priest shall take of the blood of the sin-offering with his finger, and shall put it on the horns of the altar of whole-burnt-offerings, and he shall pour out all its blood by the bottom of the altar of whole-burnt-offering. 
35καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ. And he shall take away ll his fat, as the fat of the lamb of the sacrifice of peace-offering is taken away, and the priest shall put it on the altar for a whole-burnt-offering to the Lord; and the priest shall make atonement for him for the sin which he sinned, and it shall be forgiven him. 
    << | Leviticus: 4 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.