|
| 13 | ΛΕΥΕΙΤΟΚΟΝ | LEVITICUS (Brenton-Septuagint) | Reference |
|
| 1 | Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων |
And the Lord spoke to Moses and Aaron saying | Deseases of the skin. Lv.13.1-46 |
| 2 | Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων. |
If any man should have in the skin of his flesh a bright clear spot and there should be in the skin of his flesh a plague of leprosy he shall be brought to Aaron the priest or to one of his sons the priests. | |
| 3 | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκή, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, ἁφὴ λέπρας ἐστίν· καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανεῖ αὐτόν. |
And the priest shall view the spot in the skin of his flesh; and [if] the hair in the spot be changed [to] white and the appearance of the spot be below the skin of the flesh it is a plague of leprosy; and the priest shall look upon it and pronounce him u | |
| 4 | ἐὰν δὲ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτός, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν, αὐτὴ δέ ἐστιν ἀμαυρά, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας. |
But if the spot be clear and white in the skin of his flesh yet the appearance of it be not deep below the skin and its hair have not changed [itself for] white hair but it is dark then the priest shall separate [him that has] the spot seven days; | |
| 5 | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον. |
and the priest shall look on the spot the seventh day; and behold [if] the spot remains before him [if] the spot has not spread in the skin then the priest shall separate him the second time seven days. | |
| 6 | καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον, καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστιν· καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται. |
And the priest shall look upon him the second time on the seventh day; and behold [if] the spot be dark [and] the spot have not spread in the skin then the priest shall pronounce him clean; for it is a [mere] mark | |
| 7 | ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ, |
But if the bright spot should have changed and spread in the skin after the priest has seen him for the purpose of purifying him then shall he appear the second time to the priest | |
| 8 | καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν. |
and the priest shall look upon him; and behold [if] the mark have spread in the skin then the priest shall pronounce him unclean: it is a leprosy. | |
| 9 | Καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα· |
And if a man have a plague of leprosy then he shall come to the priest; | |
| 10 | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλεν τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ, |
and the priest shall look and behold if it is a white spot in the skin and it has changed the hair to white | |
| 11 | λέπρα παλαιουμένη ἐστίν, ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριεῖ αὐτόν, ὅτι ἀκάθαρτός ἐστιν. |
it is a leprosy waxing old in the skin of the flesh; and the priest shall pronounce him unclean and shall separate him because he is unclean. | |
| 12 | ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ ἡ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ' ὅλην τὴν ὅρασιν τοῦ ἱερέως, |
And if the leprosy should have come out very evidently in the skin and the leprosy should cover all the skin of the patient from the head to the feet wheresoever the priest shall look; | |
| 13 | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν, ὅτι πᾶν μετέβαλεν λευκόν, καθαρόν ἐστιν. |
then the priest shall look and behold the leprosy has covered all the skin of the flesh; and the priest shall pronounce him clean of the plague because it has changed all to white | |
| 14 | καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται, |
But on whatsoever day the quick flesh shall appear on him he shall be pronounced unclean. | |
| 15 | καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ὑγιής, ὅτι ἀκάθαρτός ἐστιν· λέπρα ἐστίν. |
And the priest shall look upon the sound flesh and the sound flesh shall prove him to be unclean; for it is unclean it is a leprosy. | |
| 16 | ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα, |
But if the sound flesh be restored and changed [to] white then shall he come to the priest; | |
| 17 | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφήν· καθαρός ἐστιν. |
and the priest shall see [him] and behold [if] the plague is turned white then the priest shall pronounce the patient clean: he is clean. | |
| 18 | Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασθῇ, |
And if the flesh should have become an ulcer in his skin and should be healed | |
| 19 | καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα, καὶ ὀφθήσεται τῷ ἱερεῖ, |
and there should be in the place of the ulcer a white sore or [one] looking white and bright or fiery and it shall be seen by the priest; | |
| 20 | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν. |
then the priest shall look and behold if the appearance be beneath the skin and its hair has changed to white | |
| 21 | ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ᾖ ἀμαυρά, ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας. |
But if the priest look and behold there is no white hair on it and it be not below the skin of the flesh and it be dark-coloured; then the priest shall separate him seven days. | |
| 22 | ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν. |
But if it manifestly spread over the skin then the priest shall pronounce him unclean: it is a plague of leprosy; it has broken out in the ulcer. | |
| 23 | ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστίν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς. |
But if the bright spot should remain in its place and not spread it is the scar of the ulcer; and the priest shall pronounce him clean. | |
| 24 | Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον, |
And if the flesh be in his skin [in a state of] fiery inflammation and there should be in his skin the part which is healed of the inflammation bright clear and white | |
| 25 | καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ἡ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνθησεν· καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἁφὴ λέπρας ἐστίν. |
then the priest shall look upon him and behold [if] the hair being white is changed to a bright colour and its appearance is lower than the skin | |
| 26 | ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ᾖ ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρόν, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας. |
But if the priest should look and behold there is not in the bright spot any white hair and it should not be lower than the skin | |
| 27 | καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· ἁφὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν. |
And the priest shall look upon him on the seventh day; and if the spot be much spread in the skin then the priest shall pronounce him unclean: it is a plague of leprosy it has broken out in the ulcer. | |
| 28 | ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ᾖ ἀμαυρά, ἡ οὐλὴ τοῦ κατακαύματός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· ὁ γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν. |
But if the bright spot remain stationary and be not spread in the skin but [the sore] should be dark it is a scar of inflammation; and the priest shall pronounce him clean for it is the mark of the inflammation. | |
| 29 | Καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι, |
And if a man or a woman have in them a plague of leprosy in the head or the beard; | |
| 30 | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ἡ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος, ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτή, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· θραῦσμά ἐστιν, λέπρα τῆς κεφαλῆς ἢ λέπρα τοῦ πώγωνός ἐστιν. |
then the priest shall look on the plague and behold [if] the appearance of it be beneath the skin and in it there be thin yellowish hair | |
| 31 | καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας. |
And if the priest should see the plague of the scurf and behold the appearance of it be not beneath the skin and there is no yellowish hair in it | |
| 32 | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος, |
And the priest shall look at the plague on the seventh day; and behold [if] the scurf be not spread and there be no yellowish hair on it and the appearance of the scurf is not hollow under the skin; | |
| 33 | καὶ ξυρηθήσεται τὸ δέρμα, τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον. |
then the skin shall be shaven but the scurf shall not be shaven; and the priest shall set aside the person having the scurf the second time for seven days. | |
| 34 | καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν, καὶ ἡ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς, καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται. |
And the priest shall see the scurf on the seventh day; and behold [if] the scurf is not spread in the skin after the man's being shaved and the appearance of the scurf is not hollow beneath the skin then the priest shall pronounce him clean; and he shall | |
| 35 | ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν, |
But if the scurf be indeed spread in the skin after he has been purified | |
| 36 | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι, οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς, ὅτι ἀκάθαρτός ἐστιν. |
then the priest shall look and behold [if] the scurf be spread in the skin the priest shall not examine concerning the yellow hair | |
| 37 | ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ θραῦσμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ, ὑγίακεν τὸ θραῦσμα· καθαρός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς. |
But if the scurf remain before [him] in its place and a dark hair should have arisen in it the scurf is healed: he is clean and the priest shall pronounce him clean. | |
| 38 | Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα, |
And if a man or woman should have in the skin of their flesh spots of a bright whiteness | |
| 39 | καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα, ἀλφός ἐστιν, καθαρός ἐστιν· ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστιν. |
then the priest shall look; and behold there [being] bright spots of a bright whiteness in the skin of their flesh it is a tetter; it burst forth in the skin of his flesh; he is clean. | |
| 40 | Ἑὰν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστιν, καθαρός ἐστιν· |
And if any one's head should lose the hair he is [only] bald he is clean. | |
| 41 | ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστιν, καθαρός ἐστιν. |
And if his head should lose the hair in front he is forehead bald: he is clean. | |
| 42 | ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἁφὴ λευκὴ ἢ πυρρίζουσα, λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ, |
And if there should be in his baldness of head or his baldness of forehead a white or fiery plague it is leprosy in his baldness of head or baldness of forehead. | |
| 43 | καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ, |
And the priest shall look upon him and behold if the appearance of the plague be white or inflamed in his baldness of head or baldness in front as the appearance of leprosy in the skin of his flesh | |
| 44 | ἄνθρωπος λεπρός ἐστιν· μιάνσει μιανεῖ αὐτὸν ὁ ἱερεύς, ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ ἁφὴ αὐτοῦ. |
he is a leprous man: the priest shall surely pronounce him unclean his plague is in his head. | |
| 45 | Καὶ ὁ λεπρός, ἐν ᾧ ἐστιν ἡ ἁφή, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται· |
And the leper in whom the plague is let his garments be ungirt and his head uncovered; and let him have a covering put upon his mouth and he shall be called unclean. | |
| 46 | πάσας τὰς ἡμέρας, ὅσας ἂν ᾖ ἐπ' αὐτοῦ ἡ ἁφή, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ ἡ διατριβή. |
All the days in which the plague shall be upon him being unclean he shall be [esteemed] unclean; he shall dwell apart his place of sojourn shall be without the camp. | |
| 47 | Καὶ ἱματίῳ ἐὰν γένηται ἐν αὐτῷ ἁφὴ λέπρας, ἐν ἱματίῳ ἐρεῷ ἢ ἐν ἱματίῳ στιππυίνῳ, |
And if a garment have in it the plague of leprosy a garment of wool or a garment of flax | Mildew. Lv.13.47-59 |
| 48 | ἢ ἐν στήμονι ἢ ἐν κρόκῃ ἢ ἐν τοῖς λινοῖς ἢ ἐν τοῖς ἐρεοῖς ἢ ἐν δέρματι ἢ ἐν παντὶ ἐργασίμῳ δέρματι, |
either in the warp or in the woof or in the linen or in the woollen threads or in a skin or in any workmanship of skin | |
| 49 | καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τῷ δέρματι ἢ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁφὴ λέπρας ἐστίν, καὶ δείξει τῷ ἱερεῖ. |
and the plague be greenish or reddish in the skin or in the garment either in the warp or in the woof or in any utensil of skin | |
| 50 | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας. |
And the priest shall look upon the plague and the priest shall set apart [that which has] the plague seven days. | |
| 51 | καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν τῷ δέρματι κατὰ πάντα, ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἡ ἁφή, ἀκάθαρτός ἐστιν. |
And the priest shall look upon the plague on the seventh day; and if the plague be spread in the garment either in the warp or in the woof or in the skin in whatsoever things skins may be used in their workmanship the plague is a confirmed leprosy; it is | |
| 52 | κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην ἐν τοῖς ἐρεοῖς ἢ ἐν τοῖς λινοῖς ἢ ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ἡ ἁφή, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται. |
He shall burn the garment either the warp or woof in woollen garments or in flaxen or in any utensil of skin in which there may be the plague; because it is a confirmed leprosy; it shall be burnt with fire. | |
| 53 | ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει δερματίνῳ, |
And if the priest should see and the plague be not spread in the garments either in the warp or in the woof or in any utensil of skin | |
| 54 | καὶ συντάξει ὁ ἱερεύς, καὶ πλυνεῖ ἐφ' οὗ ἐὰν ᾖ ἐπ' αὐτοῦ ἡ ἁφή, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον· |
then the priest shall give directions and [one] shall wash that on which there may have been the plague and the priest shall set it aside a second time for seven days. | |
| 55 | καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφήν, καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή, καὶ ἡ ἁφὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρισται ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ. |
And the priest shall look upon it after the plague has been washed; and [if] this even the plague has not changed its appearance and the plague does not spread it is unclean; it shall be burnt with fire: it is fixed in the garment | |
| 56 | καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς καὶ ᾖ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθῆναι αὐτό, ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἢ ἀπὸ τοῦ δέρματος ἢ ἀπὸ τοῦ στήμονος ἢ ἀπὸ τῆς κρόκης. |
And if the priest should look and the spot be dark after it has been washed he shall tear it off from the garment either from the warp or from the woof or from the skin. | |
| 57 | ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ ἢ ἐν τῷ στήμονι ἢ ἐν τῇ κρόκῃ ἢ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν· ἐν πυρὶ κατακαυθήσεται ἐν ᾧ ἐστὶν ἡ ἁφή. |
And if it should still appear in the garment either in the warp or in the woof or in any article of skin it is a leprosy bursting forth: that wherein is the plague shall be burnt with fire. | |
| 58 | καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πᾶν σκεῦος δερμάτινον, ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ' αὐτοῦ ἡ ἁφή, καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται. |
And the garment or the warp or the woof or any article of skin which shall be washed | |
| 59 | οὗτος ὁ νόμος ἁφῆς λέπρας ἱματίου ἐρεοῦ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μιᾶναι αὐτό. |
This is the law of the plague of leprosy of a woollen or linen garment either of the warp or woof or any leathern article to pronounce it clean or unclean. | |
| |
|
<< | Leviticus: 13 | >> |
|