|
| 34 | ΙΕΖΕΚΙΗΛ | EZEKIEL (Brenton-Septuagint) | Reference |
|
| 1 | Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
And the word of the Lord came to me saying | The shepherds of Israel. Eze.34.1-10 |
| 2 | Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ισραηλ, προφήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι Τάδε λέγει κύριος κύριος Ὦ ποιμένες Ισραηλ, μὴ βόσκουσιν ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; |
Son of man prophesy against the shepherds of Israel prophesy and say to the shepherds Thus saith the Lord God; O shepherds of Israel | |
| 3 | ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε· |
Behold ye feed on the milk and clothe yourselves with the wool and slay the fat: but ye feed not my sheep. | |
| 4 | τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ. |
The weak one ye have not strengthened and the sick ye have not cherished and the bruised ye have not bound up and the stray one ye have not turned back and the lost ye have not sought; and the strong ye have wearied with labour. | |
| 5 | καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· |
And my sheep were scattered because there were no shepherds: and they became meat to all the wild beasts of the field. | |
| 6 | καὶ διεσπάρη μου τὰ πρόβατα ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων. |
And my sheep were scattered on every mountain and on every high hill: yea they were scattered on the face of the earth and there was none to seek them out nor to bring them back. | |
| 7 | διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον κυρίου |
Therefore ye shepherds hear the word of the Lord. | |
| 8 | Ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν, |
[As] I live saith the Lord God surely because my sheep became a prey and my sheep became meat to all the wild beasts of the field because there were no shepherds | |
| 9 | ἀντὶ τούτου, ποιμένες, |
For this cause O shepherds | |
| 10 | τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα. |
thus saith the Lord God Behold I am against the shepherds; and I will require my sheep at their hands and will turn them back that they shall not feed my sheep and the shepherds shall no longer feed them; and I will deliver my sheep out of their mouth | |
| 11 | διότι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. |
For thus saith the Lord God Behold I will seek out my sheep and will visit them. | The good shepherd. Eze.34.11-31 |
| 12 | ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. |
As the shepherd seeks his flock in the day when there is darkness and cloud in the midst of the sheep that are separated: so will I seek out my sheep and will bring them back from every place where they were scattered in the day of cloud and darkness. | |
| 13 | καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ισραηλ καὶ ἐν ταῖς φάραγξιν καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς· |
And I will bring them out from the Gentiles and will gather them from the countries and will bring them into their own land and will feed them upon the mountains of Israel and in the valleys | |
| 14 | ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς, καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ισραηλ ἔσονται αἱ μάνδραι αὐτῶν· ἐκεῖ κοιμηθήσονται καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ισραηλ. |
I will feed them in a good pasture on a high mountain of Israel: and their folds shall be there and they shall lie down and there shall they rest in perfect prosperity and they shall feed in a fat pasture on the mountains of Israel. | |
| 15 | ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. τάδε λέγει κύριος κύριος |
I will feed my sheep and I will cause them to rest; and they shall know that I am the Lord: thus saith the Lord God. | |
| 16 | Τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλεῖπον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν φυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος. |
I will seek that which is lost and I will recover the stray one and will bind up that which was broken and will strengthen the fainting and will guard the strong | |
| 17 | καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων· |
And [as for] you ye sheep thus saith the Lord God Behold I will distinguish between sheep and sheep | |
| 18 | καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν· καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε· |
And [is it] not enough for you that ye fed on the good pasture that ye trampled with your feet the remnant of your pasture? and [that] ye drank the standing water [that] ye disturbed the residue with your feet? | |
| 19 | καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. |
So my sheep fed on that which ye had trampled with your feet; and they drank the water that had been disturbed by your feet. | |
| 20 | διὰ τοῦτο τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ καὶ ἀνὰ μέσον προβάτου ἀσθενοῦς. |
Therefore thus saith the Lord God; Behold I will separate between the strong sheep and the weak sheep. | |
| 21 | ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε. |
Ye did thrust with your sides and shoulders and pushed with your horns and ye cruelly treated all the sick. | |
| 22 | καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν. |
Therefore I will save my sheep and they shall not be any more for a prey; and will judge between ram and ram. | |
| 23 | καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυιδ, καὶ ἔσται αὐτῶν ποιμήν· |
And I will raise up one shepherd over them and he shall tend them [even] my servant David and he shall be their shepherd; | |
| 24 | καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ Δαυιδ ἐν μέσῳ αὐτῶν ἄρχων· ἐγὼ κύριος ἐλάλησα. |
and I the Lord will be to them a God and David a prince in the midst of them; I the Lord have spoken it. | |
| 25 | καὶ διαθήσομαι τῷ Δαυιδ διαθήκην εἰρήνης καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς. |
And I will make with David a covenant of peace and I will utterly destroy evil beasts from off the land; and they shall dwell in the wilderness and sleep in the forests. | |
| 26 | καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας. |
And I will settle them round about my mountain; and I will give you the rain the rain of blessing. | |
| 27 | καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ συντρῖψαί με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς. |
And the trees that are in the field shall yield their fruit and the earth shall yield her strength and they shall dwell in the confidence of peace on their land and they shall know that I am the Lord when I have broken their yoke; and I will deliver them | |
| 28 | καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσιν, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. |
And they shall no more be a spoil to the nations and the wild beasts of the land shall no more at all devour them; and they shall dwell safely and there shall be none to make them afraid. | |
| 29 | καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν. |
And I will raise up for them a plant of peace and they shall no more perish with hunger upon the land and they shall no more bear the reproach off the nations. | |
| 30 | καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ισραηλ, λέγει κύριος. |
And they shall know that I am the Lord their God and they my people. O house of Israel saith the Lord God | |
| 31 | πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, λέγει κύριος κύριος. |
ye are my sheep even the sheep of my flock and I am the Lord your God saith the Lord God. | |
| |
|
<< | Ezekiel: 34 | >> |
|