|
| 51 | ΙΕΡΕΜΙΑΣ | JEREMIAH (Brenton-Septuagint) | Reference |
|
| 1 | Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῖς Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνας καὶ ἐν γῇ Παθουρης λέγων |
THE WORD THAT CAME TO JEREMIAS for all the Jews dwelling in the land of Egypt and for those settled in Magdolo and in Taphnas and in the land of Pathura saying | Further judgement on Babylon. Jr.51.1-14 |
| 2 | Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων |
Thus has the Lord God of Israel said; Ye have seen all the evils which I have brought upon Jerusalem and upon the cities of Juda; and behold they are desolate without inhabitants | |
| 3 | ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε. |
because of their wickedness which they have wrought to provoke me [by] going to burn incense to other gods whom ye knew not. | |
| 4 | καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα. |
yet I sent to you my servants the prophets early in the morning and I sent saying Do not ye this abominable thing which I hate. | |
| 5 | καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις. |
But they hearkened not to me and inclined not their ear to turn from their wickedness so as not to burn incense to strange gods. | |
| 6 | καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη. |
So mine anger and my wrath dropped [upon them] and was kindled in the gates of Juda and in the streets of Jerusalem; and they became a desolation and a waste as at this day. | |
| 7 | καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ Ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα, |
And now thus has the Lord Almighty said Wherefore do ye commit [these] great evils against your souls? to cut off man and woman of you infant and suckling from the midst of Juda to the end that not one of you should be left; | |
| 8 | παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν εἰσήλθατε ἐνοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς; |
by provoking me with the works of your hands to burn incense to other gods in the land of Egypt into which ye entered to dwell there that ye might be cut off and that ye might become a curse and a reproach among all the nations of the earth? | |
| 9 | μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ; |
Have ye forgotten the sins of your fathers and the sins of the kings of Juda and the sins of your princes and the sins of your wives which they wrought in the land of Juda | |
| 10 | καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν. |
And have not ceased even to this day and they have not kept to my ordinances which I set before their fathers. | |
| 11 | διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου |
Therefore thus saith the Lord; Behold I do set my face against [you] | |
| 12 | τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. |
to destroy all the remnant that are in Egypt; and they shall fall by the sword and by famine and shall be consumed small and great: and they shall be for reproach and for destruction and for a curse. | |
| 13 | καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, |
And I will visit them that dwell in the land of Egypt as I have visited Jerusalem with sword and with famine: | |
| 14 | καὶ οὐκ ἔσται σεσῳσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ιουδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ιουδα, ἐφ' ἣν αὐτοὶ ἐλπίζουσιν ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ' ἢ ἀνασεσῳσμένοι. - |
and there shall not one be preserved of the remnant of Juda that sojourn in the land of Egypt to return to the land of Juda to which they hope in their hearts to return: they shall not return but only they that escape. | |
| 15 | καὶ ἀπεκρίθησαν τῷ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ ἐν Παθουρη λέγοντες |
Then all the men that knew that their wives burned incense and all the women a great multitude and all the people that dwelt in the land of Egypt in Pathura | A hymn of praise. Jr.51.15-19 |
| 16 | Ὁ λόγος, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι κυρίου, οὐκ ἀκούσομέν σου, |
[As for] the word which thou hast spoken to us in the name of the Lord we will not hearken to thee. | |
| 17 | ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν· |
For we will surely perform every word that shall proceed out of our mouth to burn incense to the queen of heaven and to pour drink-offerings to her as wee and our fathers have done and our kings and princes | |
| 18 | καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. |
But since we left off to burn incense to the queen of heaven we have all been brought low and have been consumed by sword and by famine. | |
| 19 | καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν σπονδὰς αὐτῇ; - |
And whereas we burned incense to the queen of heaven and poured drink-offerings to her did we make cakes to her and pour drink-offerings to her without our husbands? | |
| 20 | καὶ εἶπεν Ιερεμιας παντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶν καὶ παντὶ τῷ λαῷ τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων |
Then Jeremias answered all the people the mighty men and the women and all the people that returned him [these] words for answer saying | |
| 21 | Οὐχὶ τοῦ θυμιάματος, οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη κύριος, καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ; |
Did not the Lord remember the incense which ye burned in the cities of Juda and in the streets of Jerusalem ye and your fathers and your kings | |
| 22 | καὶ οὐκ ἠδύνατο κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν ἀπὸ τῶν βδελυγμάτων, ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ |
And the Lord could no longer bear [you] because of the wickedness of your doings and because of your abominations which ye wrought; and so your land became a desolation and a waste and a curse as at this day; | |
| 23 | ἀπὸ προσώπου ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα. |
because of your burning incense and [because] of the things wherein ye sinned against the Lord: and ye have not hearkened to the voice of the Lord and have not walked in his ordinances and in his law and in his testimonies; and so these evils have come up | |
| 24 | καὶ εἶπεν Ιερεμιας τῷ λαῷ καὶ ταῖς γυναιξίν Ἀκούσατε τὸν λόγον κυρίου· |
And Jeremias said to the people and to the women Hear ye the word of the Lord. | Babylon's punishment. Jr.51.24-35 |
| 25 | οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι Ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν, ἃς ὡμολογήσαμεν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε. |
Thus has the Lord God of Israel said; Ye women have spoken with your mouth and ye fulfilled [it] with your hands saying We will surely perform our vows that we have vowed to burn incense to the queen of heaven | |
| 26 | διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, πᾶς Ιουδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ Ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπεν κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ιουδα εἰπεῖν Ζῇ κύριος κύριος, ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ. |
Therefore hear ye the word of the Lord all Jews dwelling in the land of Egypt; Behold I have sworn by my great name saith the Lord my name shall no longer be in the mouth of every Jew to say | |
| 27 | ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ' αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσιν πᾶς Ιουδα οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσιν. |
For I have watched over them to hurt them and not to do them good: and all the Jews dwelling in the land of Egypt shall perish by sword and by famine until they are utterly consumed. | |
| 28 | καὶ οἱ σεσῳσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ιουδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ. |
And they that escape the sword shall return to the land of Juda few in number and the remnant of Juda who have continued in the land [of] Egypt to dwell there shall know whose word shall stand. | |
| 29 | καὶ τοῦτο ὑμῖν τὸ σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμᾶς εἰς πονηρά· |
And this [shall be] a sign to you that I will visit you for evil. | |
| 30 | οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαφρη βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ. |
Thus said the Lord; Behold I [will] give Uaphres king of Egypt into the hands of his enemy and into the hands of one that seeks his life; as I gave Sedekias king of Juda into the hands of Nabuchodonosor king of Babylon his enemy and who sought his life. | |
| 31 | Ὁ λόγος, ὃν ἐλάλησεν Ιερεμιας ὁ προφήτης πρὸς Βαρουχ υἱὸν Νηριου, ὅτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ιερεμιου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ τῷ Ιωακιμ υἱῷ Ιωσια βασιλέως Ιουδα |
THE WORD WHICH JEREMIAS THE PROPHET spoke to Baruch son of Nerias when he wrote these words in the book from the mouth of Jeremias in the fourth year of Joakim the son of Josias king of Juda. | |
| 32 | Οὕτως εἶπεν κύριος ἐπὶ σοί, Βαρουχ |
Thus has the Lord said to thee O Baruch. | |
| 33 | Ὅτι εἶπας Οἴμμοι οἴμμοι, ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον, |
Whereas thou hast said Alas! alas! for the Lord has laid a grievous trouble upon me; I lay down in groaning I found no rest; | |
| 34 | εἰπὸν αὐτῷ Οὕτως εἶπεν κύριος Ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῶ, καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω· |
say thou to him Thus saith the Lord; Behold I pull down those whom I have built up and I pluck up those whom I have planted. | |
| 35 | καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ. |
And wilt thou seek great things for thyself? seek [them] not: for behold I bring evil upon all flesh saith the Lord: but I will give [to thee] thy life for a spoil in every place whither thou shalt go. | |
| |
|
<< | Jeremiah: 51 | >> |
|