|
| 22 | ΙΕΡΕΜΙΑΣ | JEREMIAH (Brenton-Septuagint) | Reference |
|
| 1 | Τάδε λέγει κύριος Πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον |
Thus saith the Lord; Go thou and go down to the house of the king of Juda and thou shalt speak there this word | Jeremiah's message to the royal house of Judah. Jr.22.1-9 |
| 2 | καὶ ἐρεῖς Ἄκουε λόγον κυρίου, βασιλεῦ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις |
and thou shalt say Hear the word of the Lord O king of Juda that sittest on the throne of David thou | |
| 3 | Τάδε λέγει κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. |
thus saith the Lord; Execute ye judgment and justice and rescue the spoiled out of the hand of him that wrongs him: and oppress not the stranger and orphan and widow and sin not | |
| 4 | διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν· |
For if ye will indeed perform this word then shall there enter in by the gates of this house kings sitting upon the throne of David and riding on chariots and horses they and their servants | |
| 5 | ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος. |
But if ye will not perform these words by myself have I sworn saith the Lord that this house shall be [brought] to desolation. | |
| 6 | ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου· ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας· |
For thus saith the Lord concerning the house of the king of Juda; Thou art Galaad to me [and] the head of Libanus: [yet] surely I will make thee a desert [even] cities that shall not be inhabited: | |
| 7 | καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. |
and I will bring upon thee a destroying man and his axe: and they shall cut down thy choice cedars and cast [them] into the fire. | |
| 8 | καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ; |
And nations shall pass through this city and each shall say to his neighbour Why has the Lord done thus to this great city? | |
| 9 | καὶ ἐροῦσιν Ἀνθ ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς. |
And they shall say Because they forsook the covenant of the Lord their God and worshipped strange gods and served them. | |
| 10 | Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ. |
Weep not for the dead nor lament for him: weep bitterly for him that goes away: for he shall return no more nor see his native land. | Jeremiah's message concerning Joahaz. Jr.22.10-12 |
| 11 | διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι, |
For thus saith the Lord concerning Sellem the son of Josias who reigns in the place of Josias his father who has gone forth out of this place; He shall not return thither any more: | |
| 12 | ἀλλ' ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. |
but in that place whither I have carried him captive there shall he die and shall see this land no more. | |
| 13 | Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. |
He that builds his house not with justice and his upper chambers not with judgment who works by means of his neighbour for nothing and will by no means give him his reward. | Jeremiah's message concerning Jehoiakim. Jr.22.13-19 |
| 14 | ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ. |
Thou hast built for thyself a well-proportioned house airy chambers fitted with windows and wainscoted with cedar and painted with vermilion. | |
| 15 | μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. |
Shalt thou reign because thou art provoked with thy father Achaz? they shall not eat and they shall not drink: it is better for thee to execute judgment and justice. | |
| 16 | οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ; λέγει κύριος. |
They understood not they judged not the cause of the afflicted nor the cause of the poor: is not this thy not knowing me? saith the Lord. | |
| 17 | ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν. |
Behold thine eyes are not good nor thine heart but [they go] after thy covetousness and after the innocent blood to shed it | |
| 18 | διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψωνται αὐτόν Ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμμοι κύριε. |
Therefore thus saith the Lord concerning Joakim son of Josias king of Juda even concerning this man; they shall not bewail him [saying] Ah brother! neither shall they at all weep for him | |
| 19 | ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ. |
He shall be buried with the burial of an ass; he shall be dragged roughly along and cast outside the gate of Jerusalem. | |
| 20 | Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. |
Go up to Libanus and cry; and utter thy voice to Basan and cry aloud to the extremity of the sea: for all thy lovers are destroyed. | The Fate of Jerusalem. Jr.22.20-23 |
| 21 | ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου. |
I spoke to thee on [occasion of] thy trespass but thou saidst I will not hearken. This [has been] thy way from thy youth thou hast not hearkened to my voice. | |
| 22 | πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε. |
The wind shall tend all thy shepherds and thy lovers shall go into captivity; for then shalt thou be ashamed and disgraced because of all thy lovers. | |
| 23 | κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης. |
O thou that dwellest in Libanus making thy nest in the cedars thou shalt groan heavily when pangs as of a travailing woman are come upon thee. | |
| 24 | ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε |
[As] I live saith the Lord though Jechonias son of Joakim king of Juda were indeed the seal upon my right hand thence would I pluck thee; | God's judgement on Jehoiakim. Jr.22.24-30 |
| 25 | καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων· |
and I will deliver thee into the hands of them that seek thy life before whom thou art afraid into the hands of the Chaldeans. | |
| 26 | καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε· |
And I will cast forth thee and thy mother that bore thee into a land where thou wast not born; and there ye shall die. | |
| 27 | εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν. |
But they shall by no means return to the land which they long for in their souls. | |
| 28 | ἠτιμώθη Ιεχονιας ὡς σκεῦος, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει. |
Jechonias is dishonoured as a good-for-nothing vessel; for he is thrown out and cast forth into a land which he knew not. | |
| 29 | γῆ γῆ, ἄκουε λόγον κυρίου |
Land land hear the word of the Lord. | |
| 30 | Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα. |
Write ye this man an outcast: for there shall none of his seed at all grow up to sit on the throne of David [or as] a prince yet in Juda. | |
| |
|
<< | Jeremiah: 22 | >> |
|