katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
katapi HOME | about SUSAN (THEODOTION) | Septuagint: Introduction | Contents | notes | Search---> the Septuagint GREEK TEXT | View LXX Alternate Text.

1ΣΟΥΣΑΝΝΑ (Θ)SUSAN (THEODOTION) (Revised Standard Version)Reference

1Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ιωακιμ. There was a man living in Babylon whose name was Joakim.THE BOOK OF SUSANNA. Susanna's beauty attracts two judges. Sus(?).1.1-27
2καὶ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον· And he took a wife named Susanna, the daughter of Hilkiah, a very beautiful woman and one who feared the Lord. 
3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. Her parents were righteous, and had taught their daughter according to the law of Moses. 
4καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. Joakim was very rich, and had a spacious garden adjoining his house; and the Jews used to come to him because he was the most honored of them all. 
5καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι Ἑξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν. In that year two elders from the people were appointed as judges. Concerning them the Lord had said: "Iniquity came forth from Babylon, from elders who were judges, who were supposed to govern the people." 
6οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι. These men were frequently at Joakim's house, and all who had suits at law came to them. 
7καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς. When the people departed at noon, Susanna would go into her husband's garden to walk. 
8καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ' ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς. The two elders used to see her every day, going in and walking about, and they began to desire her. 
9καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων. And they perverted their minds and turned away their eyes from looking to Heaven or remembering righteous judgments. 
10καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν, Both were overwhelmed with passion for her, but they did not tell each other of their distress, 
11ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ. for they were ashamed to disclose their lustful desire to possess her. 
12καὶ παρετηροῦσαν φιλοτίμως καθ' ἡμέραν ὁρᾶν αὐτήν. And they watched eagerly, day after day, to see her. 
13καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων· They said to each other, "Let us go home, for it is mealtime." 
14καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην. And when they went out, they parted from each other. But turning back, they met again; and when each pressed the other for the reason, they confessed their lust. And then together they arranged for a time when they could find her alone. 
15καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν· Once, while they were watching for an opportune day, she went in as before with only two maids, and wished to bathe in the garden, for it was very hot. 
16καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν. And no one was there except the two elders, who had hid themselves and were watching her. 
17καὶ εἶπεν τοῖς κορασίοις Ἑνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι. She said to her maids, "Bring me oil and ointments, and shut the garden doors so that I may bathe." 
18καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι. They did as she said, shut the garden doors, and went out by the side doors to bring what they had been commanded; and they did not see the elders, because they were hidden. 
19καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ When the maids had gone out, the two elders rose and ran to her, and said 
20καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ' ἡμῶν· "Look, the garden doors are shut, no one sees us, and we are in love with you; so give your consent, and lie with us. 
21εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. If you refuse, we will testify against you that a young man was with you, and this was why you sent your maids away." 
22καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν, ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν· Susanna sighed deeply, and said, "I am hemmed in on every side. For if I do this thing, it is death for me; and if I do not, I shall not escape your hands. 
23αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου. I choose not to do it and to fall into your hands, rather than to sin in the sight of the Lord." 
24καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα, ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς. Then Susanna cried out with a loud voice, and the two elders shouted against her. 
25καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου. And one of them ran and opened the garden doors. 
26ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ. When the household servants heard the shouting in the garden, they rushed in at the side door to see what had happened to her. 
27ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης. And when the elders told their tale, the servants were greatly ashamed, for nothing like this had ever been said about Susanna. 
28Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν The next day, when the people gathered at the house of her husband Joakim, the two elders came, full of their wicked plot to have Susanna put to death.The judges testify against Susanna. Sus(?).1.28-41
29καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ Ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου, ἥ ἐστιν γυνὴ Ιωακιμ· οἱ δὲ ἀπέστειλαν. They said before the people, "Send for Susanna, the daughter of Hilkiah, who is the wife of Joakim." 
30καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς· So they sent for her. And she came, with her parents, her children, and all her kindred. 
31ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει. Now Susanna was a woman of great refinement, and beautiful in appearance. 
32οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς· As she was veiled, the wicked men ordered her to be unveiled, that they might feed upon her beauty. 
33ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν. But her family and friends and all who saw her wept. 
34ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς· Then the two elders stood up in the midst of the people, and laid their hands upon her head. 
35ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ. And she, weeping, looked up toward heaven, for her heart trusted in the Lord. 
35a  
36εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας· The elders said, "As we were walking in the garden alone, this woman came in with two maids, shut the garden doors, and dismissed the maids. 
37καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ' αὐτῆς. Then a young man, who had been hidden, came to her and lay with her. 
38ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς· We were in a corner of the garden, and when we saw this wickedness we ran to them. 
39καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι, We saw them embracing, but we could not hold the man, for he was too strong for us, and he opened the doors and dashed out. 
40ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος, So we seized this woman and asked her who the young man was, but she would not tell us. These things we testify." 
41καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν. The assembly believed them, because they were elders of the people and judges; and they condemned her to death. 
42ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, Then Susanna cried out with a loud voice, and said, "O eternal God, who dost discern what is secret, who art aware of all things before they come to be,Daniel rescues Susanna. Sus(?).1.42-64
43σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ. thou knowest that these men have borne false witness against me. And now I am to die! Yet I have done none of the things that they have wickedly invented against me!" 
44Καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς. The Lord heard her cry. 
45καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιηλ, And as she was being led away to be put to death, God aroused the holy spirit of a young lad named Daniel; 
46καὶ ἐβόησεν φωνῇ μεγάλῃ Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. and he cried with a loud voice, "I am innocent of the blood of this woman." 
47ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας; All the people turned to him, and said, "What is this that you have said?" 
48ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ; Taking his stand in the midst of them, he said, "Are you such fools, you sons of Israel? Have you condemned a daughter of Israel without examination and without learning the facts? 
49ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς. Return to the place of judgment. For these men have borne false witness against her." 
50καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν· ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον. Then all the people returned in haste. And the elders said to him, "Come, sit among us and inform us, for God has given you that right." 
51καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ Διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς. And Daniel said to them, "Separate them far from each other, and I will examine them." 
51a  
52ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον When they were separated from each other, he summoned one of them and said to him, "You old relic of wicked days, your sins have now come home, which you have committed in the past, 
53κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς· pronouncing unjust judgments, condemning the innocent and letting the guilty go free, though the Lord said, `Do not put to death an innocent and righteous person.' 
54νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν Ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ σχῖνον. Now then, if you really saw her, tell me this: Under what tree did you see them being intimate with each other?" He answered, "Under a mastic tree." 
55εἶπεν δὲ Δανιηλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον. And Daniel said, "Very well! You have lied against your own head, for the angel of God has received the sentence from God and will immediately cut you in two." 
56καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου· Then he put him aside, and commanded them to bring the other. And he said to him, "You offspring of Canaan and not of Judah, beauty has deceived you and lust has perverted your heart. 
57οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν· This is how you both have been dealing with the daughters of Israel, and they were intimate with you through fear; but a daughter of Judah would not endure your wickedness. 
58νῦν οὖν λέγε μοι Ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ πρῖνον. Now then, tell me: Under what tree did you catch them being intimate with each other?" He answered, "Under an evergreen oak." 
59εἶπεν δὲ αὐτῷ Δανιηλ Ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς. And Daniel said to him, "Very well! You also have lied against your own head, for the angel of God is waiting with his sword to saw you in two, that he may destroy you both." 
60καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Then all the assembly shouted loudly and blessed God, who saves those who hope in him. 
61καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον, And they rose against the two elders, for out of their own mouths Daniel had convicted them of bearing false witness; 
62ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν αὐτούς· καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. and they did to them as they had wickedly planned to do to their neighbor; acting in accordance with the law of Moses, they put them to death. Thus innocent blood was saved that day. 
62a  
62b  
63Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. And Hilkiah and his wife praised God for their daughter Susanna, and so did Joakim her husband and all her kindred, because nothing shameful was found in her. 
64καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. And from that day onward Daniel had a great reputation among the people. 
    | Susan (Theodotion): 1 |  

Notes:The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text.)
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica 1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.
© Paul Ingram 2006.