|
| 66 | ΨΑΛΜΟΙ | PSALMS (Brenton-Septuagint) | Reference |
|
| 1 | Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς. |
For the end a Psalm of David among the Hymns. | Harvest Thanksgiving. Psalm 67(v66) |
| 2 | Ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς διάψαλμα
|
God be merciful to us and bless us; [and] cause his face to shine upon us. Pause. | |
| 3 | τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου.
|
That [men] may know thy way on the earth thy salvation among all nations. | |
| 4 | ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
|
Let the nations O God give thanks to thee; let all the nations give thanks to thee. | |
| 5 | εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,
καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.
διάψαλμα.
|
Let the nations rejoice and exult for thou shalt judge the peoples in equity and shalt guide the nations on the earth. Pause. | |
| 6 | ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
|
Let the peoples O God give thanks to thee; let all the peoples give thanks to thee. | |
| 7 | γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν.
|
The earth has yielded her fruit; let God our God bless us. | |
| 8 | εὐλογήσαι ἡμᾶς ὁ θεός,
καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
|
Let God bless us; and let all the ends of the earth fear him. | |
| |
|
<< | Psalms: 66 | >> |
|