| 5 |
ΕΣΘΗΡ | ESTHER - Brenton|RSV | Reference |
| 1a | Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς |
And it came to pass on the third day, when she had ceased praying, that she put off her mean dress, and put on her glorious apparel. | |
| 1b | καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας, |
And being splendidly arrayed, [and] having called upon God the Overseer and Preserver of all things, she took her two maids, | |
| 1c | καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, |
and she leaned upon one, as a delicate female, | |
| 1d | ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς, |
and he other followed bearing her train. | |
| 1e | καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου. |
And she [was] blooming in the perfection of her beauty; and her face [was] cheerful, and [it were] benevolent, but her heart [was] straitened for fear. | |
| 1f | καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα. |
And having passed through all the doors, she stood before the king: and he was sitting upon his royal throne, and he had put on all his glorious apparel, [covered] all over with gold and precious stones, and was very terrible. | |
| 1g | καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν, καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. |
And having raised his face resplendent with glory, he looked with intense anger: and the queen fell, and changed her colour as she fainted; and she bowed herself upon the head of the maid that went before [her]. | |
| 1h | καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ |
But God changed the spirit of the king gentleness, and in intense feeling he sprang from off his throne, and took her into his arms, until she recovered: and he comforted her with peaceable words, and said to her, | |
| 1j | Τί ἐστιν, Εσθηρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει, |
What is [the matter], Esther? I [am] thy brother; be of good cheer, | |
| 1k | οὐ μὴ ἀποθάνῃς, ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν· |
thou shalt not die, for our command is openly declared [to thee], | |
| 1m | πρόσελθε. |
Draw nigh. | |
| 1n | καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι. |
And having raised the golden sceptre he laid it upon her neck, and embraced her, and said, Speak to me. | |
| 1p | καὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου· |
And she said to him, I saw thee, [my] lord, as an angel of God, and my heart was troubled for fear of thy glory; | |
| 1q | ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν. |
for thou, [my] lord, art to be wondered at, and thy face [is] full of grace. | |
| 1r | ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτῆς, |
And while she was speaking, she fainted and fell. | |
| 1s | καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν. |
Then the king was troubled, and all his servants comforted her. | |
| 3 | καὶ εἶπεν ὁ βασιλεύς Τί θέλεις, Εσθηρ, καὶ τί σού ἐστιν τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι. |
And the king said, What wilt thou, Esther? and what is thy request? [ask] even to the half of my kingdom, and it shall be thine. | |
| 4 | εἶπεν δὲ Εσθηρ Ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν, ἣν ποιήσω σήμερον. |
And Esther said, To-day is my great day: if then it seem good to the king, let both him and Aman come to the feast which I will prepare this day. | |
| 5 | καὶ εἶπεν ὁ βασιλεύς Κατασπεύσατε Αμαν, ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν Εσθηρ. |
And the king said, Hasten Aman hither, that we may perform the word of Esther. So they both come to the feast of which Esther had spoken. | |
| 6 | ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Εσθηρ Τί ἐστιν, βασίλισσα Εσθηρ; καὶ ἔσται σοι ὅσα ἀξιοῖς. |
And at the banquet the king said to Esther, What is [thy request], queen Esther? [speak], and thou shalt have all that thou requirest. | |
| 7 | καὶ εἶπεν Τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου· |
And she said, My request and my petition [are]: | |
| 8 | εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά. |
if I have found favour in te sight of the king, let the king and Aman come again to-morrow to the feast which I shall prepare for them, and to-morrow I will do the same. | |
| 9 | Καὶ ἐξῆλθεν ὁ Αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Αμαν Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα. |
So Aman went out from the king very glad [and] merry: but when Aman saw Mardochaeus the Jew in the court, he was greatly enraged. | Haman plots to kill Mordecai. Est.5.9-14 |
| 10 | καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσαραν τὴν γυναῖκα αὐτοῦ |
And having gone into his own house, he called his friends, and his wife Zosara. | |
| 11 | καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν, ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας. |
And he shewed them his wealth, and the glory with which the king had invested him, and how he had caused him to take precedence and bear chief rule in the kingdom. | |
| 12 | καὶ εἶπεν Αμαν Οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἢ ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι· |
And Aman said, The queen has called no one to the feast with the king but me, and I am invited to-morrow. | |
| 13 | καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ. |
But these things please me not, while I see Mardochaeus the Jew in the court. | |
| 14 | καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι Κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Αμαν, καὶ ἡτοιμάσθη τὸ ξύλον. |
And Zosara his wife and his friends said to him, Let there be a gallows made for thee of fifty cubits, and in the morning do thou speak to the king, and let Mardochaeus be hanged on the gallows: but do thou go in to the feast with the king, and be merry. And the saying pleased Aman, and the gallows was prepared. | |
| |
|
<< | Esther: 5 | >> |
|