| 4 |
ΕΣΘΗΡ | ESTHER - Brenton|RSV | Reference |
| 1 | Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός. |
But Mardochaeus having perceived what was done, rent his garments, and put on sackcloth, and sprinkled dust upon himself; and having rushed forth through the open street of the city, he cried with a loud voice, A nation that has done no wrong is going to be destroyed. | Mordecai asks for Esther's help. Est.4.1-17 |
| 2 | καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν. |
And he came to the king's gate, and stood; for it was not lawful for him to enter into the palace, wearing sackcloth and ashes. | |
| 3 | καὶ ἐν πάσῃ χώρᾳ, οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ιουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς. |
And in every province where the letters were published, [there was] crying and lamentation and great mourning on the part of the Jews: they spread for themselves sackcloth and ashes. | |
| 4 | καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ, καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον, ὁ δὲ οὐκ ἐπείσθη. |
And the queen's maids and chamberlains went in and told her: and when she had heard what was done, she was disturbed; and she sent to clothe Mardochaeus, and take away his sackcloth; but he consented not. | |
| 5 | ἡ δὲ Εσθηρ προσεκαλέσατο Αχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές· |
So Esther called for her chamberlain Achrathaeus, who waited upon her; and she sent to learn the truth from Mardochaeus. | |
| 7 | ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο Αμαν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ιουδαίους· |
And Mardochaeus shewed him what was done, and the promise which Aman had made the king of ten thousand talents [to be paid] into the treasury, that he might destroy the Jews. | |
| 8 | καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Εσθηρ καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Αμαν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθ' ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου. |
And he gave him the copy [of the writing] that was published in Susa concerning their destruction, to shew to Esther; and told him to charge her to go in and intreat the king, and to beg him for the people, remembering, [said he], the days of thy low estate, how thou wert nursed by my hand: because Aman who holds the next place to the king has spoken against us for death. Do thou call upon the Lord, and speak to the king concerning us, to deliver us from death. | |
| 9 | εἰσελθὼν δὲ ὁ Αχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους. |
So Achrathaeus went in and told her all these words. | |
| 10 | εἶπεν δὲ Εσθηρ πρὸς Αχραθαῖον Πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν ὅτι |
And Esther said to Achrathaeus, Go to Mardochaeus, and say, | |
| 11 | Τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος ἢ γυνή, ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα. |
All the nations of the empire know, that whoever, man or woman, shall go in to the king into the inner court uncalled, that person cannot live: only to whomsoever the king shall stretch out [his] golden sceptre, he shall live: and I have not been called to go into the king, for these thirty days. | |
| 12 | καὶ ἀπήγγειλεν Αχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Εσθηρ. |
And Achrathaeus reported to Mardochaeus all the words of Esther. | |
| 13 | καὶ εἶπεν Μαρδοχαῖος πρὸς Αχραθαῖον Πορεύθητι καὶ εἰπὸν αὐτῇ Εσθηρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ιουδαίους· |
Then Mardochaeus said to Achrathaeus, Go, and say to her, Esther, say not to thyself that thou alone wilt escape in the kingdom, more than all the [other] Jews. | |
| 14 | ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ιουδαίοις, σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; |
For if thou shalt refuse to hearken on this occasion, help and protection will be to the Jews from another quarter; but thou and thy father's house will perish: and who knows, if thou hast been made queen for this [very] occasion? | |
| 15 | καὶ ἐξαπέστειλεν Εσθηρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα |
And Esther sent the [man] that came to her to Mardochaeus, saying, | |
| 16 | Βαδίσας ἐκκλησίασον τοὺς Ιουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ' ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν, κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν, καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με ᾖ. |
Go and assemble the Jews that are in Susa, and fast ye for me, and eat not and drink not for three days, night and day: and I also and my maidens will fast; and then I will go in to the king contrary to the law, even if I must die. | |
| 17 | Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσθηρ, |
So Mardochaeus went and did all that Esther commanded him. | |
| 17a | καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα Κυρίου, |
And he besought the Lord, making mention of all the works of the Lord; | Mordecai's prayer. Est.13.8-14.19 |
| 17b | καὶ εἶπεν Κύριε κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ· |
and he said, Lord God, king ruling over all, for all things are in thy power, and there is no one that shall oppose thee in thy purpose to save Israel. - | |
| 17c | ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ' οὐρανὸν, |
For thou hast made heaven and earth, and all the wondrous things under the heaven. | |
| 17d | καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ. |
And thou art Lord of all, and there is no one who shall resist thee the Lord. | |
| 17e | σὺ πάντα γινώσκεις· σὺ οἶδας, κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Αμαν, |
Thou knowest all things: thou knowest, Lord, that it is not in the insolence, nor haughtiness, nor love of glory, that I have done this, to refuse obeisance to the haughty Aman. | |
| 17f | ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ισραηλ· |
For I would gladly have kissed the soles of his feet for the safety of Israel. | |
| 17g | ἀλλὰ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ, καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ. |
But I have done this, that I might not set the glory of man above the glory of God: and I will not worship any one except thee, my Lord, and I will not do these things in haughtiness. | |
| 17h | καὶ νῦν, κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου· |
And now, O Lord God, the King, the God of Abraam, spare thy people, for [our enemies] are looking upon us to [our] destruction, and they have desired to destroy thine ancient inheritance. | |
| 17I | μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· |
Do not overlook thy peculiar people, whom thou hast redeemed for thyself out of the land of Egypt. | |
| 17j | ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι. - |
Hearken to my prayer, and be propitious to thine in gladness, that we may live and sing praise to thy name, O Lord; and do not utterly destroy the mount of them that praise thee, O Lord. | |
| 17k | καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. |
And all Israel cried with [all] their might for their death [was] before their eyes. | |
| 17l | Καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη |
And queen Esther betook herself for refuge to the Lord, being taken [as it were] in the agony of death. | Esther's prayer. Est.14.1-30 |
| 17m | καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ |
And having taken off her glorious apparel, she put on garments of distress and morning; and instead of grand perfumes she filled her head and ashes and dung, and she greatly brought down her body, and she filled every place of her glad adorning with the [torn] curls of her hair. | |
| 17n | καὶ εἶπεν Κύριέ μου, ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, |
And she besought the Lord God of Israel, and said, O my Lord, thou alone art our king: help me [who am] destitute, and have no helper but thee, | |
| 17o | ὅτι κίνδυνός μου ἐν χειρί μου. |
for my danger [is] near at hand. | |
| 17p | ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, κύριε, ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. |
I have heard from my birth, in the tribe of my kindred, that thou, Lord, tookest Israel out of all the nations, and our fathers out of all their kindred for a perpetual inheritance, and hast wrought for them all that thou hast said. | |
| 17q | καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, |
And now we have sinned before thee, and thou hast delivered us into the hands of our enemies, | |
| 17r | ἀνθ' ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, Κύριε. |
because we honoured their gods: thou art righteous, O Lord. | |
| 17s | καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν, |
But now they have not been contented with the bitterness of our slavery, but have laid their hands on the hands of their idols, | |
| 17t | ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου |
[in order] to abolish the decree of thy mouth, and utterly to destroy thine inheritance, and to stop the mouth of them that praise thee, and to extinguish the glory of thine house and thine altar, | |
| 17u | καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. |
and to open the mouth of the Gentiles to [speak] the praises of vanities, and [in order] that a mortal king should be admired for ever. | |
| 17v | μὴ παραδῷς, κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ' αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ' ἡμᾶς παραδειγμάτισον. |
O Lord, do not resign thy sceptre to them that are not, and let them not laugh at our fall, but turn their counsel against themselves, and make an example of him who has begun [to injure] us. | |
| 17w | μνήσθητι, κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν· |
Remember [us], O Lord, manifest thyself in the time. of our affliction, and encourage me, O king of gods, and ruler of all dominion. | |
| 17x | δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ· |
Put harmonious speech into my mouth before the lion, and turn his heart to hate him that fights against us, to the utter destruction of him and of them that consent with him. | |
| 17.205 | ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, κύριε. |
But deliver us by thine hand, and help me [who am] destitute, and have none but thee, O Lord. Thou knowest all things, | |
| 17z | πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου. |
and knowest that I hate the glory of transgressors, and that I abhor the couth of the uncircumcised, and of every stranger. | |
| 17aa | σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. |
Thou knowest my necessity: for I abhor the sign of my high estate, which is upon mine head in the days wherein I shew myself, and that I abhor it as a menstruous rag, and that I wear it not when I am private by myself. | |
| 17ab | καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν· |
And that thine handmaid hath not eaten at Aman's table, and that I have not greatly esteemed the king's feast, nor drunk the wine of the drink offerings. | |
| 17ac | καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ' ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, κύριε ὁ θεὸς Αβρααμ. |
Neither had thine handmaid any joy since the day that I was brought hither to this present, but in thee, O Lord God of Abraham. | |
| 17y | ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων· καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου. |
O God, who hast power over all, hearken to the voice of the desperate, and deliver us from the hand of them that devise mischief; and deliver me from my fear. | |
| |
|
<< | Esther: 4 | >> |
|