| 16 |
ΕΣΔΡΑΣ Β | NEHEMIAH - Brenton|RSV | Reference |
| 1 | Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλατ καὶ Τωβια καὶ τῷ Γησαμ τῷ Αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις. |
Now it came to pass, when Sanaballat, and Tobias, and Gesam the Arabian, and the rest of our enemies, heard that I had built the wall, and [that] there was no opening left therein; ([but] hitherto I had not set up the doors on the gates;) | Plots against Nehemiah. Ne.6.1-14 |
| 2 | καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν. |
that Sanaballat and Gesam sent to me, saying, Come and let us meet together in the villages in the plain of Ono. But they [were] plotting to do me mischief. | |
| 3 | καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων Ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μήποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς. |
So I sent messengers to them, saying, I am doing a great work, and I shall not be able to come down, lest the work should cease: as soon as I shall have finished it, I will come down to you. | |
| 4 | καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα. |
And they sent to me [again] to this effect; and I sent them [word] accordingly. | |
| 5 | καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ. |
Then Sanaballat sent his servant to me with an open letter in his hand. | |
| 6 | καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἑν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα· |
And in it was written, It has been reported among the Gentiles that thou and the Jews are planning to revolt: therefore thou art building the wall, and thou wilt be a king to them. | |
| 7 | καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό. |
And moreover thou has appointed prophets to thyself, that thou mightest dwell in Jerusalem as a king over Juda: and now these words will be reported to the king. Now then, come, let us take counsel together. | |
| 8 | καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι, οὓς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς. |
And I sent to him, saying, It has not happened according to these words, [even] as thou sayest, for thou framest them falsely out of thy heart. | |
| 9 | ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἑκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου. |
For all were trying to alarm us, saying, Their hands shall be weakened from this work, and it shall not be done. Now therefore I have strengthened my hands. | |
| 10 | Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμει υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ - καὶ αὐτὸς συνεχόμενος - , καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε. |
And I came into the house of Semei the son of Dalaia the Son of Metabeel, and he was shut up; and he said, Let us assemble together in the house of God, in the midst of it, and let us shut the doors of it; for they are coming by night to slay thee. | |
| 11 | καὶ εἶπα Τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται; |
And I said, Who is the man that shall enter into the house, that he ma live? | |
| 12 | καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ' ἐμοῦ, καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο |
And I observed, and, behold, God had not sent him, for the prophecy was a fable [devised] against me: | |
| 13 | ἐπ' ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με. - |
and Tobias and Sanaballat had hired against me a multitude, that I might be frightened, and do this, and sin, and become to them an ill name, that they might reproach me. | |
| 14 | μνήσθητι, ὁ θεός, τῷ Τωβια καὶ τῷ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ Νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν, οἳ ἦσαν φοβερίζοντές με. |
Remember, O God, Tobias and Sanaballat, according to these their deeds, and the prophetess Noadia, and the rest of the prophets who tried to alarm me. | |
| 15 | Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας. |
So the wall was finished on the twenty-fifth day of the [month] Elul, in fifty-two days. | Conclusion of the work. Ne.6.15-7.3 |
| 16 | καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο. - |
And it came to pass, when all our enemies heard [of it], that all the nations round about us feared, and great alarm fell upon them, and they knew that it was of our God that this work should be finished. | |
| 17 | καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν, καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς, |
And in those days letters came to Tobias from many nobles of Juda, and those of Tobias came to them. | |
| 18 | ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενια υἱοῦ Ηραε, καὶ Ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱοῦ Βαραχια εἰς γυναῖκα. |
For many in Juda were bound to him by oath, because he was son-in-law of Sechenias the son of Herae; and Jonan his son had taken the daughter of Mesulam the son of Barachia to wife. | |
| 19 | καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ, καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με. |
And they reported his words to me, and carried out my words to him: and Tobias sent letters to terrify me. | |
| |
|
<< | Nehemiah: 16 | >> |
|