| 3 |
ΜΑΚΚΑΒΑΙΩΝ Δ | 4 MACCABEES - Brenton|RSV | Reference |
| 1 | ἔστιν δὲ κομιδῇ γελοῖος ὁ λόγος· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν. |
This notion is entirely ridiculous; for it is evident that reason rules not over its own emotions, but over those of the body. | |
| 2 | οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι. |
No one of us can eradicate that kind of desire, but reason can provide a way for us not to be enslaved by desire. | |
| 3 | θυμόν τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθῆσαι. |
No one of us can eradicate anger from the mind, but reason can help to deal with anger. | |
| 4 | κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δύναιτ ἂν ὁ λογισμὸς συμμαχῆσαι· |
No one of us can eradicate malice, but reason can fight at our side so that we are not overcome by malice. | |
| 5 | οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλὰ ἀνταγωνιστής. |
For reason does not uproot the emotions but is their antagonist. | |
| 6 | Ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυιδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι. |
Now this can be explained more clearly by the story of King David's thirst. | |
| 7 | ἐπεὶ γὰρ δι' ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυιδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν, |
David had been attacking the Philistines all day long, and together with the soldiers of his nation had slain many of them. | |
| 8 | τότε δὴ γενομένης ἑσπέρας ἱδρῶν καὶ σφόδρα κεκμηκὼς ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει. |
Then when evening fell, he came, sweating and quite exhausted, to the royal tent, around which the whole army of our ancestors had encamped. | |
| 9 | οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν, |
Now all the rest were at supper, | |
| 10 | ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι' αὐτῶν ἰάσασθαι τὴν δίψαν, |
but the king was extremely thirsty, and although springs were plentiful there, he could not satisfy his thirst from them. | |
| 11 | ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν καὶ λύουσα κατέφλεγεν. |
But a certain irrational desire for the water in the enemy's territory tormented and inflamed him, undid and consumed him. | |
| 12 | ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας |
When his guards complained bitterly because of the king's craving, two staunch young soldiers, respecting the king's desire, armed themselves fully, and taking a pitcher climbed over the enemy's ramparts. | |
| 13 | καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας διεξῄεσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον |
Eluding the sentinels at the gates, they went searching throughout the enemy camp | |
| 14 | καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτῆς θαρραλέως ἐκόμισαν τῷ βασιλεῖ τὸ ποτόν· |
and found the spring, and from it boldly brought the king a drink. | |
| 15 | ὁ δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι, |
But David, although he was burning with thirst, considered it an altogether fearful danger to his soul to drink what was regarded as equivalent to blood. | |
| 16 | ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τῷ θεῷ. |
Therefore, opposing reason to desire, he poured out the drink as an offering to God. | |
| 17 | δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς |
For the temperate mind can conquer the drives of the emotions and quench the flames of frenzied desires; | |
| 18 | καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ' ὑπερβολὴν οὔσας καταπαλαῖσαι καὶ τῇ καλοκἀγαθίᾳ τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας. |
it can overthrow bodily agonies even when they are extreme, and by nobility of reason spurn all domination by the emotions. | |
| 19 | Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ. |
The present occasion now invites us to a narrative demonstration of temperate reason. | PART 2. 4Mace.3.19-17.6 |
| 20 | Ἑπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι, |
At a time when our fathers were enjoying profound peace because of their observance of the law and were prospering, so that even Seleucus Nicanor, king of Asia, had both appropriated money to them for the temple service and recognized their commonwealth - | |
| 21 | τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμφοραῖς. |
just at that time certain men attempted a revolution against the public harmony and caused many and various disasters. | |
| |
|
<< | 4 Maccabees: 3 | >> |
|