| 18 |
ΜΑΚΚΑΒΑΙΩΝ Δ | 4 MACCABEES - Brenton|RSV | Reference |
| 1 | Ὦ τῶν Αβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ισραηλῖται, πείθεσθε τῷ νόμῳ τούτῳ καὶ πάντα τρόπον εὐσεβεῖτε |
O Israelite children, offspring of the seed of Abraham, obey this law and exercise piety in everyway, | |
| 2 | γινώσκοντες ὅτι τῶν παθῶν ἐστιν δεσπότης ὁ εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τῶν ἔνδοθεν, ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων. |
knowing that devout reason is master of all emotions, not only of sufferings from within, butalso of those from without. | |
| 3 | Ἀνθ ὧν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν. |
Therefore those who gave over their bodies in suffering for the sake of religion were not onlyadmired by men, but also were deemed worthy to share in a divine inheritance. | |
| 4 | Καὶ δι' αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρθηκαν τοὺς πολεμίους. |
Because of them the nation gained peace, and by reviving observance of the law in the homeland they ravaged the enemy. | |
| 5 | καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοφυλῆσαι καὶ τῶν πατρίων ἐθῶν ἐκδιαιτηθῆναι, τότε ἀπάρας ἀπὸ τῶν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας. |
The tyrant Antiochus was both punished on earth and is being chastised after his death. Since in no way whatever was he able to compel the Israelites to become pagans and to abandon their ancestral customs, he left Jerusalem and marched against the Persians. | |
| 6 | Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα τὰ δικαιώματα τοῖς τέκνοις |
The mother of seven sons expressed also these principles to her children: | |
| 7 | ὅτι Ἑγὼ ἐγενήθην παρθένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἶκον, ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν. |
"I was a pure virgin and did not go outside my father's house; but I guarded the rib from which woman was made. | |
| 8 | οὐδὲ ἔφθειρέν με λυμεὼν ἐρημίας φθορεὺς ἐν πεδίῳ, οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις. |
No seducer corrupted me on a desert plain, nor did the destroyer, the deceitful serpent, defile the purity of my virginity. | |
| 9 | ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί· τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν ὁ πατὴρ αὐτῶν, μακάριος μὲν ἐκεῖνος, τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζήσας τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν. |
In the time of my maturity I remained with my husband, and when these sons had grown up their father died. A happy man was he, who lived out his life with good children, and did not have the grief of bereavement. | |
| 10 | ὃς ἐδίδασκεν ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν τὸν νόμον καὶ τοὺς προφήτας. |
While he was still with you, he taught you the law and the prophets. | |
| 11 | τὸν ἀναιρεθέντα Αβελ ὑπὸ Καιν ἀνεγίνωσκέν τε ὑμῖν καὶ τὸν ὁλοκαρπούμενον Ισαακ καὶ τὸν ἐν φυλακῇ Ιωσηφ. |
He read to you about Abel slain by Cain, and Isaac who was offered as a burnt offering, and of Joseph in prison. | |
| 12 | ἔλεγεν δὲ ὑμῖν τὸν ζηλωτὴν Φινεες, ἐδίδασκέν τε ὑμᾶς τοὺς ἐν πυρὶ Ανανιαν καὶ Αζαριαν καὶ Μισαηλ. |
He told you of the zeal of Phineas, and he taught you about Hananiah, Azariah, and Mishael in the fire. | |
| 13 | ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιηλ, ὃν ἐμακάριζεν. |
He praised Daniel in the den of the lions and blessed him. | |
| 14 | ὑπεμίμνῃσκεν δὲ ὑμᾶς καὶ τὴν Ησαιου γραφὴν τὴν λέγουσαν Κἂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε. |
He reminded you of the scripture of Isaiah, which says, `Even though you go through the fire, the flame shall not consume you.' | |
| 15 | τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαυιδ λέγοντα Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. |
He sang to you songs of the psalmist David, who said, `Many are the afflictions of the righteous.' | |
| 16 | τὸν Σαλωμῶντα ἐπαροιμίαζεν ὑμῖν λέγοντα Ξύλον ζωῆς ἐστιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα. |
He recounted to you Solomon's proverb, `There is a tree of life for those who do his will.' | |
| 17 | τὸν Ιεζεκιηλ ἐπιστοποίει τὸν λέγοντα Εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα; |
He confirmed the saying of Ezekiel, `Shall these dry bones live?' | |
| 18 | ᾠδὴν μὲν γάρ, ἣν ἐδίδαξεν Μωϋσῆς, οὐκ ἐπελάθετο διδάσκων τὴν λέγουσαν |
For he did not forget to teach you the song that Moses taught, which says, | |
| 19 | Ἑγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· αὕτη ἡ ζωὴ ὑμῶν καὶ ἡ μακρότης τῶν ἡμερῶν. |
`I kill and I make alive: this is your life and the length of your days.'" | |
| 20 | Ὦ πικρᾶς τῆς τότε ἡμέρας καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἑλλήνων τύραννος πῦρ πυρὶ σβέσας λέβησιν ὠμοῖς καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Αβρααμίτιδος |
O bitter was that day - and yet not bitter - when that bitter tyrant of the Greeks quenched fire with fire in his cruel caldrons, and in his burning rage brought those seven sons of the daughter of Abraham to the catapult and back again to more tortures, | |
| 21 | τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν καὶ γλώσσας ἐξέτεμεν καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν. |
pierced the pupils of their eyes and cut out their tongues, and put them to death with varioustortures. | |
| 22 | ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα τύραννον. |
For these crimes divine justice pursued and will pursue the accursed tyrant. | |
| 23 | οἱ δὲ Αβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφόρῳ μητρὶ εἰς πατέρων χορὸν συναγελάζονται ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ. |
But the sons of Abraham with their victorious mother are gathered together into the chorus of the fathers, and have received pure and immortal souls from God, | |
| 24 | ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· αμην. |
to whom be glory for ever and ever. Amen. | |
| |
|
<< | 4 Maccabees: 18 | |
|