| 16 |
ΜΑΚΚΑΒΑΙΩΝ Δ | 4 MACCABEES - Brenton|RSV | Reference |
| 1 | Εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα, ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. |
If, then, a woman, advanced in years and mother of seven sons, endured seeing her children tortured to death, it must be admitted that devout reason is sovereign over the emotions. | |
| 2 | ἀπέδειξα οὖν ὅτι οὐ μόνον ἄνδρες τῶν παθῶν ἐκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν. |
Thus I have demonstrated not only that men have ruled over the emotions, but also that a woman has despised the fiercest tortures. | |
| 3 | καὶ οὐχ οὕτως οἱ περὶ Δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ ἡ Μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς ἡ τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς. |
The lions surrounding Daniel were not so savage, nor was the raging fiery furnace of Mishael so intensely hot, as was her innate parental love, inflamed as she saw her seven sons tortured in such varied ways. | |
| 4 | ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ. |
But the mother quenched so many and such great emotions by devout reason. | |
| 5 | Καὶ γὰρ τοῦτο ἐπιλογίσασθε, ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπ' αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν |
Consider this also. If this woman, though a mother, had been fainthearted, she would have mourned over them and perhaps spoken as follows: | |
| 6 | Ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι. |
"O how wretched am I and many times unhappy! After bearing seven children, I am now the mother of none! | |
| 7 | ὦ μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι. |
O seven childbirths all in vain, seven profitless pregnancies, fruitless nurturings and wretched nursings! | |
| 8 | μάτην δὲ ἐφ' ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς. |
In vain, my sons, I endured many birth-pangs for you, and the more grievous anxieties of your upbringing. | |
| 9 | ὦ τῶν ἐμῶν παίδων οἱ μὲν ἄγαμοι, οἱ δὲ γήμαντες ἀνόνητοι· οὐκ ὄψομαι ὑμῶν τέκνα οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι. |
Alas for my children, some unmarried, others married and without offspring. I shall not see your children or have the happiness of being called grandmother. | |
| 10 | ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος· |
Alas, I who had so many and beautiful children am a widow and alone, with many sorrows. | |
| 11 | οὐδ' ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά. |
Nor when I die, shall I have any of my sons to bury me." | |
| 12 | Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ' ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ' ὡς ἀποθνῃσκόντων ἐλυπήθη, |
Yet the sacred and God-fearing mother did not wail with such a lament for any of them, nor didshe dissuade any of them from dying, nor did she grieve as they were dying, | |
| 13 | ἀλλ' ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα. |
but, as though having a mind like adamant and giving rebirth for immortality to the whole number of her sons, she implored them and urged them on to death for the sake of religion. | |
| 14 | ὦ μῆτερ δι' εὐσέβειαν θεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός. |
O mother, soldier of God in the cause of religion, elder and woman! By steadfastness you have conquered even a tyrant, and in word and deed you have proved more powerful than a man. | |
| 15 | καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ελεαζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Εβραίδι φωνῇ |
For when you and your sons were arrested together, you stood and watched Eleazar being tortured, and said to your sons in the Hebrew language, | |
| 16 | Ὦ παῖδες, γενναῖος ὁ ἀγών, ἐφ' ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρῴου νόμου· |
"My sons, noble is the contest to which you are called to bear witness for the nation. Fight zealously for our ancestral law. | |
| 17 | καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους. |
For it would be shameful if, while an aged man endures such agonies for the sake of religion, you young men were to be terrified by tortures. | |
| 18 | ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν τοῦ κόσμου μετελάβετε καὶ τοῦ βίου ἀπελαύσατε, |
Remember that it is through God that you have had a share in the world and have enjoyed life, | |
| 19 | καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν, |
and therefore you ought to endure any suffering for the sake of God. | |
| 20 | δι' ὃν καὶ ὁ πατὴρ ἡμῶν Αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ισαακ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ' αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν. |
For his sake also our father Abraham was zealous to sacrifice his son Isaac, the ancestor of our nation; and when Isaac saw his father's hand wielding a sword and descending upon him, he did not cower. | |
| 21 | καὶ Δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη, καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν. |
And Daniel the righteous was thrown to the lions, and Hananiah, Azariah, and Mishael were hurled into the fiery furnace and endured it for the sake of God. | |
| 22 | καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε. |
You too must have the same faith in God and not be grieved. | |
| 23 | ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις. |
It is unreasonable for people who have religious knowledge not to withstand pain." | |
| 24 | Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἀποθανεῖν ἔπεισεν μᾶλλον ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ, |
By these words the mother of the seven encouraged and persuaded each of her sons to die rather than violate God's commandment. | |
| 25 | ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν θεὸν ἀποθνῄσκοντες ζῶσιν τῷ θεῷ ὥσπερ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ πάντες οἱ πατριάρχαι. |
They knew also that those who die for the sake of God live in God, as do Abraham and Isaac and Jacob and all the patriarchs. | |
| |
|
<< | 4 Maccabees: 16 | >> |
|