| 5 |
ΜΑΚΚΑΒΑΙΩΝ Γ | 3 MACCABEES - Brenton|RSV | Reference |
| 1 | Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος |
Then the king, completely inflexible, was filled with overpowering anger and wrath; so he summoned Hermon, keeper of the elephants, | |
| 2 | ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων. |
and ordered him on the following day to drug all the elephants - five hundred in number - with large handfuls of frankincense and plenty of unmixed wine, and to drive them in, maddened by the lavish abundance of liquor, so that the Jews might meet their doom. | |
| 3 | ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους. |
When he had given these orders he returned to his feasting, together with those of his friends and of the army who were especially hostile toward the Jews. | |
| 4 | ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει. |
And Hermon, keeper of the elephants, proceeded faithfully to carry out the orders. | |
| 5 | οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας. |
The servants in charge of the Jews went out in the evening and bound the hands of the wretched people and arranged for their continued custody through the night, convinced that the whole nation would experience its final destruction. | |
| 6 | οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ιουδαῖοι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην |
For to the Gentiles it appeared that the Jews were left without any aid, | |
| 7 | τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι |
because in their bonds they were forcibly confined on every side. But with tears and a voice hard to silence they all called upon the Almighty Lord and Ruler of all power, their merciful God and Father, praying | |
| 8 | τὴν κατ' αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου. |
that he avert with vengeance the evil plot against them and in a glorious manifestation rescue them from the fate now prepared for them. | |
| 9 | τούτων μὲν οὖν ἐκτενῶς ἡ λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν. |
So their entreaty ascended fervently to heaven. | |
| 10 | Ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ. |
Hermon, however, when he had drugged the pitiless elephants until they had been filled with a great abundance of wine and satiated with frankincense, presented himself at the courtyard early in the morning to report to the king about these preparations. | |
| 11 | τὸ δὲ ἀπ' αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσῃ, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα, |
But the Lord sent upon the king a portion of sleep, that beneficence which from the beginning, night and day, is bestowed by him who grants it to whomever he wishes. | |
| 12 | καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος. |
And by the action of the Lord he was overcome by so pleasant and deep a sleep that he quite failed in his lawless purpose and was completely frustrated in his inflexible plan. | |
| 13 | οἵ τε Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις. |
Then the Jews, since they had escaped the appointed hour, praised their holy God and again begged him who is easily reconciled to show the might of his all-powerful hand to the arrogant Gentiles. | |
| 14 | μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα. |
But now, since it was nearly the middle of the tenth hour, the person who was in charge of the invitations, seeing that the guests were assembled, approached the king and nudged him. | |
| 15 | καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος. |
And when he had with difficulty roused him, he pointed out that the hour of the banquet was already slipping by, and he gave him an account of the situation. | |
| 16 | ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ. |
The king, after considering this, returned to his drinking, and ordered those present for the banquet to recline opposite him. | |
| 17 | οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος. |
When this was done he urged them to give themselves over to revelry and to make the present portion of the banquet joyful by celebrating all the more. | |
| 18 | ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο, τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες. |
After the party had been going on for some time, the king summoned Hermon and with sharp threats demanded to know why the Jews had been allowed to remain alive through the present day. | |
| 19 | τοῦ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων |
But when he, with the corroboration of his friends, pointed out that while it was still night he had carried out completely the order given him, | |
| 20 | τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν. |
the king, possessed by a savagery worse than that of Phalaris, said that the Jews were benefited by today's sleep, "but," he added, "tomorrow without delay prepare the elephants in the same way for the destruction of the lawless Jews!" | |
| 21 | εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν. |
When the king had spoken, all those present readily and joyfully with one accord gave their approval, and each departed to his own home. | |
| 22 | καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς. |
But they did not so much employ the duration of the night in sleep as in devising all sorts of insults for those they thought to be doomed. | |
| 23 | Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει. |
Then, as soon as the cock had crowed in the early morning, Hermon, having equipped the beasts, began to move them along in the great colonnade. | |
| 24 | τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς. |
The crowds of the city had been assembled for this most pitiful spectacle and they were eagerly waiting for daybreak. | |
| 25 | οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως. |
But the Jews, at their last gasp, since the time had run out, stretched their hands toward heaven and with most tearful supplication and mournful dirges implored the supreme God to help them again at once. | |
| 26 | οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι. |
The rays of the sun were not yet shed abroad, and while the king was receiving his friends, Hermon arrived and invited him to come out, indicating that what the king desired was ready for action. | |
| 27 | τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα, ἐφ' οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται· |
But he, upon receiving the report and being struck by the unusual invitation to come out - since he had been completely overcome by incomprehension - inquired what the matter was for which this had been so zealously completed for him. | |
| 28 | τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος. |
This was the act of God who rules over all things, for he had implanted in the king's mind a forgetfulness of the things he had previously devised. | |
| 29 | ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν. |
Then Hermon and all the king's friends pointed out that the beasts and the armed forces were ready, "O king, according to your eager purpose." | |
| 30 | ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν |
But at these words he was filled with an overpowering wrath, because by the providence of God his whole mind had been deranged in regard to these matters; and with a threatening look he said, | |
| 31 | Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων. |
"Were your parents or children present, I would have prepared them to be a rich feast for the savage beasts instead of the Jews, who give me no ground for complaint and have exhibited to an extraordinary degree a full and firm loyalty to my ancestors. | |
| 32 | καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης. |
In fact you would have been deprived of life instead of these, were it not for an affection arising from our nurture in common and your usefulness." | |
| 33 | οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη. |
So Hermon suffered an unexpected and dangerous threat, and his eyes wavered and his face fell. | |
| 34 | ὁ καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν. |
The king's friends one by one sullenly slipped away and dismissed the assembled people, each to his own occupation. | |
| 35 | οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιφανῆ θεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες. |
Then the Jews, upon hearing what the king had said, praised the manifest Lord God, King of kings, since this also was his aid which they had received. | |
| 36 | Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι παρεκάλει. |
The king, however, reconvened the party in the same manner and urged the guests to return to their celebrating. | |
| 37 | τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε; |
After summoning Hermon he said in a threatening tone, "How many times, you poor wretch, must I give you orders about these things? | |
| 38 | τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν. |
Equip the elephants now once more for the destruction of the Jews tomorrow!" | |
| 39 | οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε |
But the officials who were at table with him, wondering at his instability of mind, remonstrated as follows: | |
| 40 | Βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα; |
"O king, how long will you try us, as though we are idiots, ordering now for a third time that they be destroyed, and again revoking your decree in the matter? | |
| 41 | ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι. |
As a result the city is in a tumult because of its expectation; it is crowded with masses of people, and also in constant danger of being plundered." | |
| 42 | ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ' οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους, |
Upon this the king, a Phalaris in everything and filled with madness, took no account of the changes of mind which had come about within him for the protection of the Jews, and he firmly swore an irrevocable oath that he would send them to death without delay, mangled by the knees and feet of the beasts, | |
| 43 | ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν. |
and would also march against Judea and rapidly level it to the ground with fire and spear, and by burning to the ground the temple inaccessible to him would quickly render it forever empty of those who offered sacrifices there. | |
| 44 | τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν. |
Then the friends and officers departed with great joy, and they confidently posted the armed forces at the places in the city most favourable for keeping guard. | |
| 45 | ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς |
Now when the beasts had been brought virtually to a state of madness, so to speak, by the very fragrant draughts of wine mixed with frankincense and had been equipped with frightful devices, the elephant keeper | |
| 46 | περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα. |
entered at about dawn into the courtyard - the city now being filled with countless masses of people crowding their way into the hippodrome - and urged the king on to the matter at hand. | |
| 47 | ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν. |
So he, when he had filled his impious mind with a deep rage, rushed out in full force along with the beasts, wishing to witness, with invulnerable heart and with his own eyes, the grievous and pitiful destruction of the aforementioned people. | |
| 48 | ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ιουδαῖοι |
And when the Jews saw the dust raised by the elephants going out at the gate and by the following armed forces, as well as by the trampling of the crowd, and heard the loud and tumultuous noise, | |
| 49 | ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας εἰς οἶκτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν, ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα. |
they thought that this was their last moment of life, the end of their most miserable suspense, and giving way to lamentation and groans they kissed each other, embracing relatives and falling into one another's arms - parents and children, mothers and daughters, and others with babies at their breasts who were drawing their last milk. | |
| 50 | οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν |
Not only this, but when they considered the help which they had received before from heaven they prostrated themselves with one accord on the ground, removing the babies from their breasts, | |
| 51 | ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας. |
and cried out in a very loud voice, imploring the Ruler over every power to manifest himself and be merciful to them, as they stood now at the gates of death. | |
| |
|
<< | 3 Maccabees: 5 | >> |
|