katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | Search---> the Old Testament in Greek - GREEK TEXT           
9 ΕΣΔΡΑΣ Α1 ESDRAS - Brenton|RSVReference
1καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου Then Ezra rose and went from the court of the temple to the chamber of Jehohanan the son of Eliashib,  
2καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους. and spent the night there; and he did not eat bread or drink water, for he was mourning over the great iniquities of the multitude.  
3καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ιερουσαλημ· And a proclamation was made throughout Judea and Jerusalem to all who had returned from the captivity that they should assemble at Jerusalem,  
4καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας. and that if any did not meet there within two or three days, in accordance with the decision of the ruling elders, their cattle should be seized for sacrifice and the men themselves expelled from the multitude of those who had returned from the captivity.  
5Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ [οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός], Then the men of the tribe of Judah and Benjamin assembled at Jerusalem within three days; this was the ninth month, on the twentieth day of the month.  
6καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα. And all the multitude sat in the open square before the temple, shivering because of the bad weather that prevailed.  
7καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ· Then Ezra rose and said to them, "You have broken the law and married foreign women, and so have increased the sin of Israel.  
8καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν Now then make confession and give glory to the Lord the God of our fathers,  
9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν. and do his will; separate yourselves from the peoples of the land and from your foreign wives."  
10καὶ ἐφώνησαν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν· Then all the multitude shouted and said with a loud voice, "We will do as you have said.  
11ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν, καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις. But the multitude is great and it is winter, and we are not able to stand in the open air. This is not a work we can do in one day or two, for we have sinned too much in these things.  
12στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν, ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον· so let the leaders of the multitude stay, and let all those in our settlements who have foreign wives come at the time appointed,  
13καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ' ἡμῶν τοῦ πράγματος τούτου. with the elders and judges of each place, until we are freed from the wrath of the Lord over this matter."  
14Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς. Jonathan the son of Asahel and Jahzeiah the son of Tikvah undertook the matter on these terms, and Meshullam and Levi and Shabbethai served with them as judges.  
15καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας. And those who had returned from the captivity acted in accordance with all this.  
16καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν, κατ' ὄνομα πάντας, καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα. Ezra the priest chose for himself the leading men of their fathers' houses, all of them by name; and on the new moon of the tenth month they began their sessions to investigate the matter.  
17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός. And the cases of the men who had foreign wives were brought to an end by the new moon of the first month.  
18Καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες· Of the priests those who were brought in and found to have foreign wives were: Men who had foreign wives. 1Esd.9.18-36 | Ez.10.18-44 
19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ιωσεδεκ καὶ τῶν ἀδελφῶν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος· of the sons of Jeshua the son of Jozadak and his brethren, Maaseiah, Eliezar, Jarib, and Jodan.  
20καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν. They pledged themselves to put away their wives, and to give rams in expiation of their error.  
21καὶ ἐκ τῶν υἱῶν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας. Of the sons of Immer: Hanani and Zebadiah and Maaseiah and Shemaiah and Jehiel and Azariah.  
22καὶ ἐκ τῶν υἱῶν Φαισουρ Ελιωναις, Μασσιας, Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας. - Of the sons of Pashhur: Elioenai, Maaseiah, Ishmael, and Nathanael, and Gedaliah, and Elasah.  
23καὶ ἐκ τῶν Λευιτῶν· Ιωζαβδος καὶ Σεμεις καὶ Κωλιος [οὗτος Καλιτας] καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας· And of the Levites: Jozabad and Shimei and Kelaiah, who was Kelita, and Pethahiah and Judah and Jonah.  
24ἐκ τῶν ἱεροψαλτῶν Ελιασιβος, Βακχουρος· Of the temple singers: Eliashib and Zaccur.  
25ἐκ τῶν θυρωρῶν Σαλλουμος καὶ Τολβανης. - Of the gatekeepers: Shallum and Telem.  
26ἐκ τοῦ Ισραηλ· ἐκ τῶν υἱῶν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας· Of Israel: of the sons of Parosh: Ramiah, Izziah, Malchijah, Mijamin, and Eleazar, and Asibias, and Benaiah.  
27ἐκ τῶν υἱῶν Ηλαμ Ματανιας καὶ Ζαχαριας, Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας· Of the sons of Elam: Mattaniah and Zechariah, Jehiel and Abdi, and Jeremoth and Elijah.  
28καὶ ἐκ τῶν υἱῶν Ζαμοθ Ελιαδας, Ελιασιμος, Οθονιας, Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας· Of the sons of Zattu: Elioenai, Eliashib, Othoniah, Jeremoth, and Zabad and Zerdaiah.  
29καὶ ἐκ τῶν υἱῶν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις· Of the sons of Bebai: Jehohanan and Hananiah and Zabbai and Emathis.  
30καὶ ἐκ τῶν υἱῶν Μανι Ωλαμος, Μαμουχος, Ιεδαιος, Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ· Of the sons of Bani: Meshullam, Malluch, Adaiah, Jashub, and Sheal and Jeremoth.  
31καὶ ἐκ τῶν υἱῶν Αδδι Νααθος καὶ Μοοσσιας, Λακκουνος καὶ Ναιδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας· Of the sons of Addi: Naathus and Moossias, Laccunus and Naidus, and Bescaspasmys and Sesthel, and Belnuus and Manasseas.  
32καὶ ἐκ τῶν υἱῶν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος· Of the sons of Annan, Elionas and Asaias and Melchias and Sabbaias and Simon Chosamaeus.  
33καὶ ἐκ τῶν υἱῶν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμει· Of the sons of Hashum: Mattenai and Mattattah and Zabad and Eliphelet and Manasseh and Shimei.  
34καὶ ἐκ τῶν υἱῶν Βαανι Ιερεμιας, Μομδιος, Μαηρος, Ιουηλ, Μαμδαι καὶ Πεδιας καὶ Ανως, Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος, Ελιασις, Βαννους, Ελιαλις, Σομεις, Σελεμιας, Ναθανιας· καὶ ἐκ τῶν υἱῶν Εζωρα Σεσσις, Εζριλ, Αζαηλος, Σαματος, Ζαμβρις, Ιωσηπος· Of the sons of Bani: Jeremai, Maadai, Amram, Joel, Mamdai and Bedeiah and Vaniah, Carabasion and Eliashib and Machnadebai, Eliasis, Binnui, Elialis, Shimei, Shelemiah, Nethaniah. Of the sons of Ezora: Shashai, Azarel, Azael, Shemaiah, Amariah, Joseph.  
35καὶ ἐκ τῶν υἱῶν Νοομα Μαζιτιας, Ζαβαδαιας, Ηδαις, Ιουηλ, Βαναιας. - Of the sons of Nebo: Mattithiah, Zabad, Iddo, Joel, Benaiah.  
36πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς· καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις. All these had married foreign women, and they put them away with their children.  
37Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ. τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός - καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν - The priests and the Levites and the men of Israel settled in Jerusalem and in the country. On the new moon of the seventh month, when the sons of Israel were in their settlements, Ezra reads the Law to the people. 1Esd.9.37-55
38καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος the whole multitude gathered with one accord into the open square before the east gate of the temple;  
39καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ. and they told Ezra the chief priest and reader to bring the law of Moses which had been given by the Lord God of Israel.  
40καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός· So Ezra the chief priest brought the law, for all the multitude, men and women, and all the priests to hear the law, on the new moon of the seventh month.  
41καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον. And he read aloud in the open square before the gate of the temple from early morning until midday, in the presence of both men and women; and all the multitude gave attention to the law.  
42καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος, Ezra the priest and reader of the law stood on the wooden platform which had been prepared;  
43καὶ ἔστησαν παρ' αὐτῷ Ματταθιας, Σαμμους, Ανανιας, Αζαριας, Ουριας, Εζεκιας, Βααλσαμος ἐκ δεξιῶν, and beside him stood Mattathiah, Shema, Anaiah, Azariah, Uriah, Hezekiah, and Baalsamus on his right hand,  
44καὶ ἐξ εὐωνύμων Φαδαιος, Μισαηλ, Μελχιας, Λωθασουβος, Ναβαριας, Ζαχαριας. and on his left Pedaiah, Mishael, Malchijah, Lothasubus, Nabariah, and Zechariah.  
45καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον τοῦ νόμου ἐνώπιον τοῦ πλήθους - προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων - Then Ezra took up the book of the law in the sight of the multitude, for he had the place of honour in the presence of all.  
46καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι, And when he opened the law, they all stood erect. And Ezra blessed the Lord God Most High, the God of hosts, the Almighty;  
47καὶ ἐπεφώνησεν πᾶν τὸ πλῆθος Αμην, καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ. and all the multitude answered, "Amen." And they lifted up their hands, and fell to the ground and worshipped the Lord.  
48Ἰησοῦς καὶ Αννιουθ καὶ Σαραβιας, Ιαδινος, Ιακουβος, Σαββαταιος, Αυταιας, Μαιαννας καὶ Καλιτας, Αζαριας καὶ Ιωζαβδος, Ανανιας, Φαλιας οἱ Λευῖται, Jeshua and Anniuth and Sherebiah, Jamin, Akkub, Shabbethai, Hodiah, Maaseiah and Kelita, Azariah and Jozabad, Hanan, Pelaiah, the Levites, taught the law of the Lord, at the same time explaining what was read.  
48aἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ κυρίου ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν. -  
49καὶ εἶπεν Ατταρατης Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας Then Attharates said to Ezra the chief priest and reader, and to the Levites who were teaching the multitude, and to all,  
50Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ - καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου - · "This day is holy to the Lord" - now they were all weeping as they heard the law -  
51βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν, "so go your way, eat the fat and drink the sweet, and send portions to those who have none;  
52ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ κύριος δοξάσει ὑμᾶς. for the day is holy to the Lord; and do not be sorrowful, for the Lord will exalt you."  
53καὶ οἱ Λευῖται ἐκέλευον τῷ δήμῳ παντὶ λέγοντες Ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε. And the Levites commanded all the people, saying, "This day is holy; do not be sorrowful."  
54καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν καὶ εὐφρανθῆναι μεγάλως, Then they all went their way, to eat and drink and enjoy themselves, and to give portions to those who had none, and to make great rejoicing;  
    << | 1 Esdras: 9 |  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.