| 5 |
ΕΣΔΡΑΣ Α | 1 ESDRAS - Brenton|RSV | Reference |
| 1 | Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν. |
After this the heads of fathers' houses were chosen to go up, according to their tribes, with their wives and sons and daughters, and their menservants and maidservants, and their cattle. | Cencus: Those who returned from exile. 1Esd.5.1-46 | Ne.7.4-73 |
| 2 | καὶ Δαρεῖος συναπέστειλεν μετ' αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν· |
And Darius sent with them a thousand horsemen to take them back to Jerusalem in safety, with the music of drums and flutes; | |
| 3 | καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ' ἐκείνων. |
and all their brethren were making merry. And he made them go up with them. | |
| 4 | Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. |
These are the names of the men who went up, according to their fathers' houses in the tribes, over their groups: | |
| 5 | οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων· Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες, φυλῆς δὲ Ιουδα, |
the priests, the sons of Phinehas, son of Aaron; Jeshua the son of Jozadak, son of Seraiah, and Joakim the son of Zerubbabel, son of Shealtiel, of the house of David, of the lineage of Phares, of the tribe of Judah, | |
| 6 | ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός. - |
who spoke wise words before Darius the king of the Persians, in the second year of his reign, in the month of Nisan, the first month. | |
| 7 | εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα |
These are the men of Judea who came up out of their sojourn in captivity, whom Nebuchadnezzar king of Babylon had carried away to Babylon | |
| 8 | καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ, Νεεμιου, Ζαραιου, Ρησαιου, Ενηνιος, Μαρδοχαιου, Βεελσαρου, Ασφαρασου, Βορολιου, Ροιμου, Βαανα τῶν προηγουμένων αὐτῶν. |
and who returned to Jerusalem and the rest of Judea, each to his own town. They came with Zerubbabel and Jeshua, Nehemiah, Seraiah, Resaiah, Bigvai, Mordecai, Bilshan, Mispar, Reeliah, Rehum, and Baanah, their leaders. | |
| 9 | ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο. |
The number of the men of the nation and their leaders: the sons of Parosh, two thousand one hundred and seventy-two. The sons of Shephatiah, four hundred and seventy-two. | |
| 10 | υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ. |
The sons of Arah, seven hundred and fifty-six. | |
| 11 | υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. |
The sons of Pahathmoab, of the sons of Jeshua and Joab, two thousand eight hundred and twelve. | |
| 12 | υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε. υἱοὶ Χορβε ἑπτακόσιοι πέντε. υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ. |
The sons of Elam, one thousand two hundred and fifty-four. The sons of Zattu, nine hundred and forty-five. The sons of Chorbe, seven hundred and five. The sons of Bani, six hundred and forty-eight. | |
| 13 | υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς. υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο. |
The sons of Bebai, six hundred and twenty-three. The sons of Azgad, one thousand three hundred and twenty-two. | |
| 14 | υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά. υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ. υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες. |
The sons of Adonikam, six hundred and sixty-seven. The sons of Bigvai, two thousand and sixty-six. The sons of Adin, four hundred and fifty-four. | |
| 15 | υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο. υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά. υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο. |
The sons of Ater, namely of Hezekiah, ninety-two. The sons of Kilan and Azetas, sixty-seven. The sons of Azaru, four hundred and thirty-two. | |
| 16 | υἱοὶ Αννιας ἑκατὸν εἷς. υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς. υἱοὶ Αριφου ἑκατὸν δέκα δύο. |
The sons of Annias, one hundred and one. The sons of Arom. The sons of Bezai, three hundred and twenty-three. The sons of Jorah, one hundred and twelve. | |
| 17 | υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρεῖς. |
The sons of Baiterus, three thousand and five. The sons of Bethlehem, one hundred and twenty-three. | |
| 18 | οἱ ἐκ Νετεβας πεντήκοντα πέντε. οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ. οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο. |
The men of Netophah, fifty-five. The men of Anathoth, one hundred and fifty-eight. The men of Bethasmoth, forty-two. | |
| 19 | οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε. οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. |
The men of Kiriatharim, twenty-five. The men of Chephirah and Beeroth, seven hundred and forty-three. | |
| 20 | οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο. οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἷς. |
The Chadiasans and Ammidians, four hundred and twenty-two. The men of Ramah and Geba, six hundred and twenty-one. | |
| 21 | οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο. οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο. υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ. |
The men of Michmas, one hundred and twenty-two. The men of Bethel, fifty-two. The sons of Magbish, one hundred and fifty-six. | |
| 22 | υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε. υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε. |
The sons of the other Elam and Ono, seven hundred and twenty-five. The sons of Jericho, three hundred and forty-five. | |
| 23 | υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα. - |
The sons of Senaah, three thousand three hundred and thirty. | |
| 24 | οἱ ἱερεῖς· υἱοὶ Ιεδδου τοῦ υἱοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο. |
The priests: the sons of Jedaiah the son of Jeshua, of the sons of Anasib, nine hundred and seventy-two. The sons of Immer, one thousand and fifty-two. | |
| 25 | υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά. - |
The sons of Pashhur, one thousand two hundred and forty-seven. The sons of Harim, one thousand and seventeen. | |
| 26 | οἱ δὲ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες. |
The Levites: the sons of Jeshua and Kadmiel and Bannas and Sudias, seventy-four. | |
| 27 | οἱ ἱεροψάλται· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ. |
The temple singers: the sons of Asaph, one hundred and twenty-eight. | |
| 28 | οἱ θυρωροί· υἱοὶ Σαλουμ, υἱοὶ Αταρ, υἱοὶ Τολμαν, υἱοὶ Ακουβ, υἱοὶ Ατητα, υἱοὶ Σωβαι, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. - |
The gatekeepers: the sons of Shallum, the sons of Ater, the sons of Talmon, the sons of Akkub, the sons of Hatita, the sons of Shobai, in all one hundred and thirty-nine. | |
| 29 | οἱ ἱερόδουλοι· υἱοὶ Ησαυ, υἱοὶ Ασιφα, υἱοὶ Ταβαωθ, υἱοὶ Κηρας, υἱοὶ Σουα, υἱοὶ Φαδαιου, υἱοὶ Λαβανα, υἱοὶ Αγγαβα, |
The temple servants: the sons of Ziha, the sons of Hasupha, the sons of Tabbaoth, the sons of Keros, the sons of Siaha, the sons of Padon, the sons of Lebanah, the sons of Hagabah, | |
| 30 | υἱοὶ Ακουδ, υἱοὶ Ουτα, υἱοὶ Κηταβ, υἱοὶ Αγαβα, υἱοὶ Συβαι, υἱοὶ Αναν, υἱοὶ Καθουα, υἱοὶ Γεδδουρ, |
the sons of Akkub, the sons of Uthai, the sons of Ketab, the sons of Hagab, the sons of Shamlai, the sons of Hana, the sons of Cathua, the sons of Gahar, | |
| 31 | υἱοὶ Ιαιρου, υἱοὶ Δαισαν, υἱοὶ Νοεβα, υἱοὶ Χασεβα, υἱοὶ Γαζηρα, υἱοὶ Οζιου, υἱοὶ Φινοε, υἱοὶ Ασαρα, υἱοὶ Βασθαι, υἱοὶ Ασανα, υἱοὶ Μαανι, υἱοὶ Ναφισι, υἱοὶ Ακουφ, υἱοὶ Αχιβα, υἱοὶ Ασουρ, υἱοὶ Φαρακιμ, υἱοὶ Βασαλωθ, |
The sons of Reaiah, the sons of Rezin, the sons of Nekoda, the sons of Chezib, the sons of Gazzam, the sons of Uzza, the sons of Paseah, the sons of Hasrah, the sons of Besai, the sons of Asnah, the sons of the Meunites, the sons of Nephisim, the sons of Bakbuk, the sons of Hakupha, the sons of Asur, the sons of Pharakim, the sons of Bazluth, | |
| 32 | υἱοὶ Μεεδδα, υἱοὶ Κουθα, υἱοὶ Χαρεα, υἱοὶ Βαρχους, υἱοὶ Σεραρ, υἱοὶ Θομοι, υἱοὶ Νασι, υἱοὶ Ατιφα. |
the sons of Mehida, the sons of Cutha, the sons of Charea, the sons of Barkos, the sons of Sisera, the sons of Temah, the sons of Neziah, the sons of Hatipha. | |
| 33 | υἱοὶ παίδων Σαλωμων· υἱοὶ Ασσαφιωθ, υἱοὶ Φαριδα, υἱοὶ Ιεηλι, υἱοὶ Λοζων, υἱοὶ Ισδαηλ, υἱοὶ Σαφυθι, |
The sons of Solomon's servants: the sons of Hassophereth, the sons of Peruda, the sons of Jaalah, the sons of Lozon, the sons of Giddel, the sons of Shephatiah, | |
| 34 | υἱοὶ Αγια, υἱοὶ Φακαρεθ - σαβιη, υἱοὶ Σαρωθιε, υἱοὶ Μασιας, υἱοὶ Γας, υἱοὶ Αδδους, υἱοὶ Σουβας, υἱοὶ Αφερρα, υἱοὶ Βαρωδις, υἱοὶ Σαφατ, υἱοὶ Αμων. |
the sons of Hattil, the sons of Pochereth-hazzebaim, the sons of Sarothie, the sons of Masiah, the sons of Gas, the sons of Addus, the sons of Subas, the sons of Apherra, the sons of Barodis, the sons of Shaphat, the sons of Ami. | |
| 35 | πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο. - |
All the temple servants and the sons of Solomon's servants were three hundred and seventy-two. | |
| 36 | οὗτοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας, ἡγούμενος αὐτῶν Χαρααθ, Αδαν καὶ Αμαρ, |
The following are those who came up from Telmelah and Telharsha, under the leadership of Cherub, Addan, and Immer, | |
| 37 | καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν· υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν, υἱοὶ Νεκωδαν, ἑξακόσιοι πεντήκοντα δύο. |
though they could not prove by their fathers' houses or lineage that they belonged to Israel: the sons of Delaiah the son of Tobiah, the sons of Nekoda, six hundred and fifty-two. | |
| 38 | καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ Οββια, υἱοὶ Ακκως, υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ· |
Of the priests the following had assumed the priesthood but were not found registered: the sons of Habaiah, the sons of Hakkoz, the sons of Jaddus who had married Agia, one of the daughters of Barzillai, and was called by his name. | |
| 39 | καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν τοῦ ἱερατεύειν, |
And when the genealogy of these men was sought in the register and was not found, they were excluded from serving as priests. | |
| 40 | καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς, ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. - |
And Nehemiah and Attharias told them not to share in the holy things until a high priest should appear wearing Urim and Thummim. | |
| 41 | οἱ δὲ πάντες ἦσαν· Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε· |
All those of Israel, twelve or more years of age, besides menservants and maidservants, were forty-two thousand three hundred and sixty; | |
| 42 | κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε. - |
There were four hundred and thirty-five camels, and seven thousand and thirty-six horses, two hundred and forty-five mules, and five thousand five hundred and twenty-five asses. | |
| 43 | καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν |
Some of the heads of families, when they came to the temple of God which is in Jerusalem, vowed that they would erect the house on its site, to the best of their ability, | |
| 44 | καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. - |
and that they would give to the sacred treasury for the work a thousand minas of gold, five thousand minas of silver, and one hundred priests' garments. | |
| 45 | καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ισραηλ ἐν ταῖς κώμαις αὐτῶν. |
The priests, the Levites, and some of the people settled in Jerusalem and its vicinity; and the temple singers, the gatekeepers, and all Israel in their towns. | |
| 46 | Ἑνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ισραηλ ἑκάστου ἐν τοῖς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ. |
When the seventh month came, and the sons of Israel were each in his own home, they gathered as one man in the square before the first gate toward the east. | |
| 47 | καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ τοῦ Ισραηλ |
Then Jeshua the son of Jozadak, with his fellow priests, and Zerubbabel the son of Shealtiel, with his kinsmen, took their places and prepared the altar of the God of Israel, | Worship begins again. 1Esd.5.47-53 | Ez.3.1-6 |
| 48 | προσενέγκαι ἐπ' αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις. |
to offer burnt offerings upon it, in accordance with the directions in the book of Moses the man of God. | |
| 49 | καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς. καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν |
And some joined them from the other peoples of the land. And they erected the altar in its place, for all the peoples of the land were hostile to them and were stronger than they; and they offered sacrifices at the proper times and burnt offerings to the Lord morning and evening. | |
| 50 | καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ' ἡμέραν, ὡς προσῆκον ἦν, |
They kept the feast of booths, as it is commanded in the law, and offered the proper sacrifices every day, | |
| 51 | καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. |
and thereafter the continual offerings and sacrifices on sabbaths and at new moons and at all the consecrated feasts. | |
| 52 | καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ θεῷ, καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο. |
And all who had made any vow to God began to offer sacrifices to God, from the new moon of the seventh month, though the temple of God was not yet built. | |
| 53 | καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. - |
And they gave money to the masons and the carpenters, and food and drink | |
| 53a | καὶ χαρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. - |
and carts to the Sidonians and the Tyrians, to bring cedar logs from Lebanon and convey them in rafts to the harbour of Joppa, according to the decree which they had in writing from Cyrus king of the Persians. | |
| 54 | καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ |
In the second year after their coming to the temple of God in Jerusalem, in the second month, Zerubbabel the son of Shealtiel and Jeshua the son of Jozadak made a beginning, together with their brethren and the Levitical priests and all who had come to Jerusalem from the captivity; | Rebuilding of the second temple begins. 1Esd.5.54-65 | Ez.3.7-13 |
| 55 | καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ. |
and they laid the foundation of the temple of God on the new moon of the second month in the second year after they came to Judea and Jerusalem. | |
| 56 | καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου, καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἰησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ θεοῦ. |
And they appointed the Levites who were twenty or more years of age to have charge of the work of the Lord. And Jeshua arose, and his sons and brethren and Kadmiel his brother and the sons of Jeshua Emadabun and the sons of Joda son of Iliadun, with their sons and brethren, all the Levites, as one man pressing forward the work on the house of God. So the builders built the temple of the Lord. | |
| 57 | καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυιδ βασιλέα τοῦ Ισραηλ |
And the priests stood arrayed in their garments, with musical instruments and trumpets, and the Levites, the sons of Asaph, with cymbals, | |
| 58 | καὶ ἐφώνησαν δι' ὕμνων ὁμολογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ισραηλ. |
praising the Lord and blessing him, according to the directions of David king of Israel; | |
| 59 | καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου. |
And all the people sounded trumpets and shouted with a great shout, praising the Lord for the erection of the house of the Lord. | |
| 60 | καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου |
Some of the Levitical priests and heads of fathers' houses, old men who had seen the former house, came to the building of this one with outcries and loud weeping, | |
| 61 | καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ |
while many came with trumpets and a joyful noise, | |
| 62 | ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ, ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι. |
so that the people could not hear the trumpets because of the weeping of the people. For the multitude sounded the trumpets loudly, so that the sound was heard afar; | |
| 63 | Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων. |
and when the enemies of the tribe of Judah and Benjamin heard it, they came to find out what the sound of the trumpets meant. | |
| 64 | καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ισραηλ, |
And they learned that those who had returned from captivity were building the temple for the Lord God of Israel. | |
| 65 | καὶ προσελθόντες τῷ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν· |
So they approached Zerubbabel and Jeshua and the heads of the fathers' houses and said to them, "We will build with you. | |
| 66 | ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀπὸ ἡμερῶν Ασβασαρεθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. |
For we obey your Lord just as you do and we have been sacrificing to him ever since the days of Esarhaddon king of the Assyrians, who brought us here." | Opposition to the rebuilding. 1Esd.5.66-73 | Ez.4.1-5 |
| 67 | καὶ εἶπεν αὐτοῖς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ισραηλ Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν· |
But Zerubbabel and Jeshua and the heads of the fathers' houses in Israel said to them, "You have nothing to do with us in building the house for the Lord our God, | |
| 68 | ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ισραηλ ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. |
for we alone will build it for the Lord of Israel, as Cyrus the king of the Persians has commanded us." | |
| 69 | τὰ δὲ ἔθνη τῆς γῆς ἐπικείμενα τοῖς ἐν τῇ Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν |
But the peoples of the land pressed hard upon those in Judea, cut off their supplies, and hindered their building; | |
| 70 | καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. |
and by plots and demagoguery and uprisings they prevented the completion of the building as long as King Cyrus lived. And they were kept from building for two years, until the reign of Darius. | |
| |
|
<< | 1 Esdras: 5 | >> |
|