katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | Search---> the Old Testament in Greek - GREEK TEXT           
1 ΕΣΔΡΑΣ Α1 ESDRAS - Brenton|RSVReference
1Καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου Josiah kept the passover to his Lord in Jerusalem; he killed the passover lamb on the fourteenth day of the first month, ESDRAS 1. JOSIAH, king of Judah, celebrates the passover. 1Esd.1.1-22 | 2Kgs.23.21-23  | 2Chr.35.1-9
2στήσας τοὺς ἱερεῖς κατ' ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου. having placed the priests according to their divisions, arrayed in their garments, in the temple of the Lord.  
3καὶ εἶπεν τοῖς Λευίταις, ἱεροδούλοις τοῦ Ισραηλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ' ὤμων αὐτήν· And he told the Levites, the temple servants of Israel, that they should sanctify themselves to the Lord and put the holy ark of the Lord in the house which Solomon the king, the son of David, had built;  
4καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ and he said, "You need no longer carry it upon your shoulders. Now worship the Lord your God and serve his people Israel; and prepare yourselves by your families and kindred,  
5καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει in accordance with the directions of David king of Israel and the magnificence of Solomon his son. Stand in order in the temple according to the groupings of the fathers' houses of you Levites, who minister before your brethren the people of Israel,  
6θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. and kill the passover lamb and prepare the sacrifices for your brethren, and keep the passover according to the commandment of the Lord which was given to Moses."  
7καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ' ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις. And Josiah gave to the people who were present thirty thousand lambs and kids, and three thousand calves; these were given from the king's possessions, as he promised, to the people and the priests and Levites.  
8καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους. And Hilkiah, Zechariah, and Jehiel, the chief officers of the temple, gave to the priests for the passover two thousand six hundred sheep and three hundred calves.  
9καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ὁ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα πρόβατα πεντακισχίλια, μόσχους ἑπτακοσίους. And Jeconiah and Shemaiah and Nethanel his brother, and Hashabiah and Ochiel and Joram, captains over thousands, gave the Levites for the passover five thousand sheep and seven hundred calves.  
10καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται And this is what took place. The priests and the Levites, properly arrayed and having the unleavened bread, stood according to kindred  
10aἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς and the grouping of the fathers' houses, before the people, to make the offering to the Lord as it is written in the book of Moses; this they did in the morning.  
11καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ' εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ. They roasted the passover lamb with fire, as required; and they boiled the sacrifices in brass pots and caldrons, with a pleasing odor,  
12μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων· and carried them to all the people. Afterward they prepared the passover for themselves and for their brethren the priests, the sons of Aaron,  
13οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων. because the priests were offering the fat until night; so the Levites prepared it for themselves and for their brethren the priests, the sons of Aaron.  
14καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρὰ τοῦ βασιλέως, And the temple singers, the sons of Asaph, were in their place according to the arrangement made by David, and also Asaph, Zechariah, and Eddinus, who represented the king.  
15καὶ οἱ θυρωροὶ ἐφ' ἑκάστου πυλῶνος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν, οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. The gatekeepers were at each gate; no one needed to depart from his duties, for their brethren the Levites prepared the passover for them.  
16καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πασχα καὶ προσενεχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ιωσιου. So the things that had to do with the sacrifices to the Lord were accomplished that day: the passover was kept  
17καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πασχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά. And the people of Israel who were present at that time kept the passover and the feast of unleavened bread seven days.  
18καὶ οὐκ ἤχθη τὸ πασχα τοιοῦτο ἐν τῷ Ισραηλ ἀπὸ τῶν χρόνων Σαμουηλ τοῦ προφήτου, No passover like it had been kept in Israel since the times of Samuel the prophet;  
19καὶ πάντες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιοῦτον, οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι καὶ πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ· none of the kings of Israel had kept such a passover as was kept by Josiah and the priests and Levites and the men of Judah and all of Israel who were dwelling in Jerusalem.  
20ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιωσιου ἤχθη τὸ πασχα τοῦτο. - In the eighteenth year of the reign of Josiah this passover was kept.  
21καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας. And the deeds of Josiah were upright in the sight of the Lord, for his heart was full of godliness.  
22καὶ τὰ κατ' αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ. The events of his reign have been recorded in the past, concerning those who sinned and acted wickedly toward the Lord beyond any other people or kingdom, and how they grieved the Lord deeply, so that the words of the Lord rose up against Israel.  
23Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ιωσιας. After all these acts of Josiah, it happened that Pharaoh, king of Egypt, went to make war at Carchemish on the Euphrates, and Josiah went out against him. The end of Josiah's reign. 1Esd.1.23-33 | 2Kgs.23.28-30  | 2Chr.35.20-27
24καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ιουδαίας; And the king of Egypt sent word to him saying, "What have we to do with each other, king of Judea?  
25οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστιν, καὶ κύριος μετ' ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ. I was not sent against you by the Lord God, for my war is at the Euphrates. And now the Lord is with me! The Lord is with me, urging me on! Stand aside, and do not oppose the Lord."  
26καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ιερεμιου προφήτου ἐκ στόματος κυρίου· But Josiah did not turn back to his chariot, but tried to fight with him, and did not heed the words of Jeremiah the prophet from the mouth of the Lord.  
27ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν. He joined battle with him in the plain of Megiddo, and the commanders came down against King Josiah.  
28καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, And the king said to his servants, "Take me away from the battle, for I am very weak." And immediately his servants took him out of the line of battle.  
29καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. And he got into his second chariot; and after he was brought back to Jerusalem he died, and was buried in the tomb of his fathers.  
30καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν, καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ. And in all Judea they mourned for Josiah. Jeremiah the prophet lamented for Josiah, and the principal men, with the women, have made lamentation for him to this day; it was ordained that this should always be done throughout the whole nation of Israel.  
31ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας· καὶ τὸ καθ' ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου, τά τε προπραχθέντα ὑπ' αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα. These things are written in the book of the histories of the kings of Judea; and every one of the acts of Josiah, and his splendor, and his understanding of the law of the Lord, and the things that he had done before and these that are now told, are recorded in the book of the kings of Israel and Judah.  
32Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν. And the men of the nation took Jeconiah the son of Josiah, who was twenty-three years old, and made him king in succession to Josiah his father.  
33καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μῆνας τρεῖς. καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ιερουσαλημ And he reigned three months in Judah and Jerusalem. Then the king of Egypt deposed him from reigning in Jerusalem,  
34καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί. and fined the nation a hundred talents of silver and a talent of gold. JOAHAZ king of Judah. 1Esd.1.34-38 | 2Kgs.23.30-35  | 2Chr.36.104
35καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ, βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ. And the king of Egypt made Jehoiakim his brother king of Judea and Jerusalem.  
36καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας, Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. Jehoiakim put the nobles in prison, and seized his brother Zarius and brought him up out of Egypt.  
37Ἑτῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ, ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου. Jehoiakim was twenty-five years old when he began to reign in Judea and Jerusalem, and he did what was evil in the sight of the Lord.  
38ἐπ' αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα. And Nebuchadnezzar king of Babylon came up against him, and bound him with a chain of brass and took him away to Babylon.  
39καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. Nebuchadnezzar also took some holy vessels of the Lord, and carried them away, and stored them in his temple in Babylon. JEHOIAKIM king of Judah. 1Esd.1.39-42 | 2Kgs.23.36-24.7  | 2Chr.36.5-8
40τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων. But the things that are reported about Jehoiakim and his uncleanness and impiety are written in the chronicles of the kings.  
41Καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωακιμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν δέκα ὀκτώ, Jehoiachin his son became king in his stead; when he was made king he was eighteen years old,  
42βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου. and he reigned three months and ten days in Jerusalem. He did what was evil in the sight of the Lord.  
43Καὶ μετ' ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου So after a year Nebuchadnezzar sent and removed him to Babylon, with the holy vessels of the Lord, JEHOIACHIN king of Judah. 1Esd.1.43-46 | 2Kgs.24.8-17  | 2Chr.36.9-10
44καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ, Σεδεκιαν ὄντα ἐτῶν εἴκοσι ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα. and made Zedekiah king of Judea and Jerusalem. Zedekiah was twenty-one years old, and he reigned eleven years.  
45καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ιερεμιου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου. He also did what was evil in the sight of the Lord, and did not heed the words that were spoken by Jeremiah the prophet from the mouth of the Lord.  
46καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ. And though King Nebuchadnezzar had made him swear by the name of the Lord, he broke his oath and rebelled; and he stiffened his neck and hardened his heart and transgressed the laws of the Lord, the God of Israel. ZEDEKIAH king of Judah. 1Esd.1.46-47 | 2Kgs.24.18-20  | 2Chr.36.11-12 | Jr.52.1-3
47καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις. Even the leaders of the people and of the priests committed many acts of sacrilege and lawlessness beyond all the unclean deeds of all the nations, and polluted the temple of the Lord which had been hallowed in Jerusalem.  
48καὶ ἀπέστειλεν ὁ θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ. So the God of their fathers sent by his messenger to call them back, because he would have spared them and his dwelling place. The fall of Jerusalem. 1Esd.48-58 | 2Kgs.25.1-21  | 2Chr.36.13-21 |
49αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ' αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων. But they mocked his messengers, and whenever the Lord spoke, they scoffed at his prophets,  
50οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν. until in his anger against his people because of their ungodly acts he gave command to bring against them the kings of the Chaldeans.  
51καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα.  
52καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ And they burned the house of the Lord and broke down the walls of Jerusalem and burned their towers with fire,  
53καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα. and utterly destroyed all its glorious things. The survivors he led away to Babylon with the sword,  
54καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου and they were servants to him and to his sons until the Persians began to reign, in fulfilment of the word of the Lord by the mouth of Jeremiah:  
55Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα. "Until the land has enjoyed its sabbaths, it shall keep sabbath all the time of its desolation until the completion of seventy years."  
    | 1 Esdras: 1 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.