katapi New Study Bible - Septuagint || Brenton |-| RSV || Hebrew Bible
  HOME | OT in Greek - BOOKS | Notes.
Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | Search---> the Old Testament in Greek - GREEK TEXT           
14 ΜΑΚΚΑΒΑΙΩΝ Β2 MACCABEES - Brenton|RSVReference
1Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου Three years later, word came to Judas and his men that Demetrius, the son of Seleucus, had sailed into the harbour of Tripolis with a strong army and a fleet, Alcimus speaks against Judas. 2Mace.14.1-10 | 1Mace.7.1-21 
2κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. and had taken possession of the country, having made away with Antiochus and his guardian Lysias.  
3Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καθ' ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, Now a certain Alcimus, who had formerly been high priest but had wilfully defiled himself in the times of separation, realized that there was no way for him to be safe or to have access again to the holy altar,  
4ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν. and went to King Demetrius in about the one hundred and fifty-first year, presenting to him a crown of gold and a palm, and besides these some of the customary olive branches from the temple. During that day he kept quiet.  
5καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς, ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔφη But he found an opportunity that furthered his mad purpose when he was invited by Demetrius to a meeting of the council and was asked about the disposition and intentions of the Jews. He answered 
6Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. "Those of the Jews who are called Hasideans, whose leader is Judas Maccabeus, are keeping up war and stirring up sedition, and will not let the kingdom attain tranquillity.  
7ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν [λέγω δὴ τὴν ἀρχιερωσύνην] δεῦρο νῦν ἐλήλυθα Therefore I have laid aside my ancestral glory - I mean the high priesthood - and have now come here,  
8πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. first because I am genuinely concerned for the interests of the king, and second because I have regard also for my fellow citizens. For through the folly of those whom I have mentioned our whole nation is now in no small misfortune.  
9ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. Since you are acquainted, O king, with the details of this matter, deign to take thought for our country and our hard-pressed nation with the gracious kindness which you show to all.  
10ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. For as long as Judas lives, it is impossible for the government to find peace."  
11τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον. When he had said this, the rest of the king's friends, who were hostile to Judas, quickly inflamed Demetrius still more. Demetrius sends Nicanor to attack Judas. 2Mace.14.11-25
12προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν And he immediately chose Nicanor, who had been in command of the elephants, appointed him governor of Judea, and sent him off  
13δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. with orders to kill Judas and scatter his men, and to set up Alcimus as high priest of the greatest temple.  
14οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι. And the Gentiles throughout Judea, who had fled before Judas, flocked to join Nicanor, thinking that the misfortunes and calamities of the Jews would mean prosperity for themselves.  
15Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ' ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. When the Jews heard of Nicanor's coming and the gathering of the Gentiles, they sprinkled dust upon their heads and prayed to him who established his own people for ever and always upholds his own heritage by manifesting himself.  
16προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου. At the command of the leader, they set out from there immediately and engaged them in battle at a village called Dessau.  
17Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς· Simon, the brother of Judas, had encountered Nicanor, but had been temporarily checked because of the sudden consternation created by the enemy.  
18ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι' αἱμάτων ποιήσασθαι. Nevertheless Nicanor, hearing of the valor of Judas and his men and their courage in battle for their country, shrank from deciding the issue by bloodshed.  
19διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς. Therefore he sent Posidonius and Theodotus and Mattathias to give and receive pledges of friendship.  
20πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις. When the terms had been fully considered, and the leader had informed the people, and it had appeared that they were of one mind, they agreed to the covenant.  
21ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρ' ἑκάστου δίφραξ, ἔθεσαν δίφρους. And the leaders set a day on which to meet by themselves. A chariot came forward from each army; seats of honour were set in place;  
22διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. Judas posted armed men in readiness at key places to prevent sudden treachery on the part of the enemy; they held the proper conference.  
23διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν. Nicanor stayed on in Jerusalem and did nothing out of the way, but dismissed the flocks of people that had gathered.  
24καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. And he kept Judas always in his presence; he was warmly attached to the man.  
25παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησεν βίου. And he urged him to marry and have children; so he married, settled down, and shared the common life.  
26Ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι. But when Alcimus noticed their good will for one another, he took the covenant that had been made and went to Demetrius. He told him that Nicanor was disloyal to the government, for he had appointed that conspirator against the kingdom, Judas, to be his successor. Nicanor turns against Judas. 2Mace.14.26-36
27ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως. The king became excited and, provoked by the false accusations of that depraved man, wrote to Nicanor, stating that he was displeased with the covenant and commanding him to send Maccabeus to Antioch as a prisoner without delay.  
28προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος. When this message came to Nicanor, he was troubled and grieved that he had to annul their agreement when the man had done no wrong.  
29ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ' ἐπιτελέσαι. Since it was not possible to oppose the king, he watched for an opportunity to accomplish this by a stratagem.  
30ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα. But Maccabeus, noticing that Nicanor was more austere in his dealings with him and was meeting him more rudely than had been his custom, concluded that this austerity did not spring from the best motives. So he gathered not a few of his men, and went into hiding from Nicanor.  
31συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα. When the latter became aware that he had been cleverly outwitted by the man, he went to the great and holy temple while the priests were offering the customary sacrifices, and commanded them to hand the man over.  
32τῶν δὲ μεθ' ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ ἔστιν ὁ ζητούμενος, And when they declared on oath that they did not know where the man was whom he sought,  
33προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ ὤμοσεν Ἑὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω. he stretched out his right hand toward the sanctuary, and swore this oath 
34τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες Having said this, he went away. Then the priests stretched forth their hands toward heaven and called upon the constant Defender of our nation, in these words 
35Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι· "O Lord of all, who hast need of nothing, thou wast pleased that there be a temple for thy habitation among us;  
36καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον. so now, O holy One, Lord of all holiness, keep undefiled for ever this house that has been so recently purified."  
37Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος. A certain Razis, one of the elders of Jerusalem, was denounced to Nicanor as a man who loved his fellow citizens and was very well thought of and for his good will was called father of the Jews. Death of Razis. 2Mace.14.37-46
38ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. For in former times, when there was no mingling with the Gentiles, he had been accused of Judaism, and for Judaism he had with all zeal risked body and life.  
39βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· Nicanor, wishing to exhibit the enmity which he had for the Jews, sent more than five hundred soldiers to arrest him;  
40ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν. for he thought that by arresting him he would do them an injury.  
41τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος When the troops were about to capture the tower and were forcing the door of the courtyard, they ordered that fire be brought and the doors burned. Being surrounded, Razis fell upon his own sword,  
42εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. preferring to die nobly rather than to fall into the hands of sinners and suffer outrages unworthy of his noble birth.  
43τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους. But in the heat of the struggle he did not hit exactly, and the crowd was now rushing in through the doors. He bravely ran up on the wall, and manfully threw himself down into the crowd.  
44τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα. But as they quickly drew back, a space opened and he fell in the middle of the empty space.  
45ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος Still alive and aflame with anger, he rose, and though his blood gushed forth and his wounds were severe he ran through the crowd; and standing upon a steep rock,  
46παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν. with his blood now completely drained from him, he tore out his entrails, took them with both hands and hurled them at the crowd, calling upon the Lord of life and spirit to give them back to him again. This was the manner of his death.  
    << | 2 Maccabees: 14 | >>  

Notes:

The Old Testament in Greek is Rahlf's LXX available in Word format at the Tyndale website, adapted to database format.
The alternative readings of the LXX - Judges (Alexandrinus), Daniel, Susanna & Bel (LXX received text), and Tobit (Sinaiticus [not printed in Swete]) as separate book references so that they can be viewed as an alternative text in parallel with the primary text.
(I have reversed the Swete presentation for Daniel, Susanna, Bel by listing in the later Theodotion LXX text as the main text. )
The LXX cross references to the Hebrew Bible have been extensively revised using those set out in Swete's 'Old Testament in Greek' publications between 1894 and 1909, amended in part to agree with verses as printed in the Biblia Hebraica (1937 publication).
Some verse cross references in Swete's had to be amended to agree with the BHS verse numbering, and there may well be some mismatches that I haven't yet picked up on. (If you find any errors please e-mail me.)
Hebrew Bible has been adapted from the BHS in Word format at Tyndale.
The Septuagint in English ( translated by Sir Lancelot CL Brenton) - is used here only for the books of the Hebrew Bible.
The Revised Standard Version: This generally follows the Hebrew Bible for the canonical OT so I have included the RSV Aprocrypha for the Greek books not covered by Brenton.
Ecclesiasticus - Sirach Chs.30-36: The text of these chapters from 30.24 to 36.16, is disordered.
I have followed Swete's verse numbering for the greek text.
Also, the RSV verse numbering differs from the NRSV.
The NRSV appears to have followed Swete's numbering here, so I have re-ordered the RSV to agree with both the NRSV & Swete for these chapters.
The katapi New Study Bible reference section: displays links to parallel passages.
Passage headings are generally as printed in the Bible Society's "Good News Bible", 1976.
To view the Greek Text on this page
, you will need a Unicode font capable of displaying extended Greek characters.
To find out about Unicode fonts, go to Alan Wood's Unicode Resources.

© Paul Ingram 2006.